Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 12

61 Νικόλαος δ’ ὁ περιπατητικὸς ἐν τῇ δεκάτῃ καὶ ἑκατοστῇ τῶν Ἱστοριῶν Λεύκολλον φησιν ἀφικόμενον εἰς Ῥώμην καὶ θριαμβεύσαντα λόγον τε ἀποδόντα τοῦ πρὸς Μιθριδάτην πολέμου ἐξοκεῖλαι εἰς πολυτελῆ δίαιταν ἐκ τῆς παλαιᾶς σωφροσύνης τρυφῆς τε πρῶτον εἰς ἅπαν Ῥωμαίοις ἡγεμόνα γενέσθαι, καρπωσάμενον δυεῖν βασιλέων πλοῦτον Μιθριδάτου καὶ Τιγράνου, διαβόητος δ’ ἦν παρὰ Ῥωμαίοις καὶ Σίττιος ἐπὶ τρυφῇ καὶ μαλακίᾳ, ὥς φησι Ῥουτίλιος. περὶ γὰρ Ἀπικίου προειρήκαμεν. Παυσανίαν δὲ καὶ Λύσανδρον ἐπὶ τρυφῇ διαβοήτους γενέσθαι σχεδὸν πάντες ἱστοροῦσι. διόπερ καὶ Ἆγις ἐπὶ Λύσανδρον ἔφη ὅτι δεύτερον τοῦτον ἡ Σπάρτη φέρει Παυσανίαν. Θεόπομπος δὲ ἐν τῇ δεκάτῃ τῶν Ἑλληνικῶν τἀναντία φησὶ περὶ τοῦ Λυσάνδρου, ὅτι φιλόπονος· ἦν καὶ θεραπεύειν δυνάμενος καὶ ἰδιώτας καὶ βασιλεῖς, σώφρων ὢν καὶ τῶν ἡδονῶν ἁπασῶν κρείττων. γενόμενος γοῦν τῆς Ἑλλάδος σχεδὸν ἁπάσης κύριος ἐν οὐδεμιᾷ φανήσεται τῶν πόλεων οὔτε πρὸς τὰς ἀφροδισίους ἡδονὰς ὁρμήσας οὔτε μέθαις καὶ πότοις ἀκαίροις χρησάμενος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme