Book 12
70
περὶ δὲ Ἀναξάρχου Κλέαρχος ὁ Σολεὺς ἐν πέμπτῳ Βίων οὕτω γράφει· τῷ εὐδαιμονικῷ καλου μένῳ Ἀναξάρχῳ διὰ τὴν τῶν χορηγησάντων ἄγνοιαν περιπεσούσης ἐξουσίας γυμνὴ μὲν ᾠνοχόει παιδίσκη πρόσηβος ἡ προκριθεῖσα διαφέρειν ὥρᾳ τῶν ἄλλων, ἀνασύρουσα πρὸς ἀλήθειαν τὴν τῶν οὕτως αὐτῇ χρωμένων ἀκρασίαν. ὁ δὲ σιτοποιὸς χειρῖδας ἔχων καὶ περὶ τῷ στόματι κημὸν ἔτριβε τὸ σταῖς, ἵνα μήτε ἱδρὼς ἐπιρρέοι μήτε τοῖς φυράμασιν ὁ τρίβων ἐμπνέοι. διὸ πρεπόντως ἄν τις εἴποι τῷ σοφῷ τούτῳ φιλοσόφῳ τὰ ἐκ τοῦ Ἀναξίλα Λυροποιοῦ· ξανθοῖς τε μύροις χρῶτα λιπαίνων, χλανίδας θ’ ἕλκων, βλαύτας σύρων, βολβοὺς τρώγων, τυροὺς κάπτων, ᾠὰ κολάπτων, κήρυκας ἔδων, Χῖον πίνων, καὶ πρὸς τούτοις ἐν σκυταρίοις ῥαπτοῖσι φορῶν Ἐφεσήια γράμματα καλά.
71
πόσῳ γὰρ τούτων βελτίων Γοργίας ὁ Λεοντῖνος, περὶ οὗ φησιν ὁ αὐτὸς Κλέαρχος ἐν τῷ ὀγδόῳ τῶν Βίων ὅτι διὰ τὸ σωφρόνως ζῆν σχεδὸν ρι’ ἔτη τῷ φρονεῖν συνεβίωσεν. καὶ ἐπεί τις αὐτὸν ἤρετο τίνι διαίτῃ χρώμενος οὕτως ἐμμελῶς καὶ μετὰ αἰσθήσεως τοσοῦτον χρόνον ζήσειεν, οὐδὲν πώποτε, εἶπεν, ἡδονῆς ἕνεκεν πράξας. Δημήτριος δὲ ὁ Βυζάντιος ἐν τετάρτῳ περὶ Ποιημάτων Γοργίας, φησίν, ὁ Λεοντῖνος ἐρωτηθεὶς τί αὐτῷ γέγονεν αἴτιον τοῦ βιῶσαι πλείω τῶν ρ’ ἐτῶν, ἔφη ᾽ τὸ μηθὲν πώποτε ἑτέρου ἕνεκεν πεποιηκέναι.᾽ Ὦχος δὲ πολλῷ χρόνῳ τὴν βασιλείαν καὶ τὴν λοιπὴν περὶ τὸν βίον χορηγίαν διαρκῆ κτησάμενος, ὡς τελευτῶντος ἠρώτησεν ὁ πρεσβύτατος τῶν υἱῶν τί πράσσων τοσαῦτ’ ἔτη διαφυλάξειεν τὴν βασιλείαν, ἵνα καὶ αὐτὸς τοῦτο μιμοῖτο, τὰ δίκαια πράττων, εἶπε, πρὸς ἅπαντας ἀνθρώπους καὶ θεούς. Καρύστιος δ’ ὁ Περγαμηνὸς ἐν Ἱστορικοῖς Ὑπομνήμασιν Κηφισόδωρος, φησίν, ὁ Θηβαῖος Πολύδωρον τὸν Τήιον ἰατρὸν Ἀντιπάτρῳ συσσιτεῖν ψιλοτάπιδα ἔχοντι κρικωτὴν καθάπερ τοὺς στρωματεῖς εὐτελῆ, ἐφ’ ἧς κατακεῖσθαι, κάδους δὲ χαλκοῦς καὶ ποτήρια ὀλίγα· γεγονέναι γὰρ ὀλιγοδίαιτον καὶ τρυφῆς ἀλλότριον.