Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 13

16 καὶ γὰρ τὸ παλαιὸν παίδων ἤρων, ὡς καὶ ὁ Ἀρίστων ἔφη, ὅθεν καὶ καλεῖσθαι τοὺς ἐρωμένους συνέβη παιδικά. πρὸς ἀλήθειαν γάρ, καθάπερ φησὶ Κλέαρχος ἐν τῷ πρώτῳ τῶν Ἐρωτικῶν (FHG II 314), Λυκοφρονίδην εἰρηκέναι φησίν (fr. 1 B)· οὔτε παιδὸς ἄρρενος οὔτε παρθένων τῶν χρυσοφόρων οὐδὲ γυναικῶν βαθυκόλπων καλὸν τὸ πρόσωπον, ἐὰν μὴ κόσμιον πεφύκῃ. ἡ γὰρ αἰδὼς ἄνθος ἐπισπείρει. καὶ ὁ Ἀριστοτέλης δὲ ἔφη (fr. 81 R) τοὺς ἐραστὰς εἰς οὐδὲν ἄλλο τοῦ σώματος τῶν ἐρωμένων ἀποβλέπειν ἢ τοὺς ὀφθαλμούς, ἐν οἷς τὴν αἰδῶ κατοικεῖν. Σοφοκλῆς δέ που περὶ τοῦ Πέλοπος διαλεγομένην ποιήσας τὴν Ἱπποδάμειάν φησιν (Oenom. fr. 433 N)· τοιάνδ’ ἐν ὄψει λύγγα θηρατηρίαν ἔρωτος, ἀστραπήν τιν’ ὀμμάτων ἔχει· ᾗ θάλπεται μὲν αὐτός, ἐξοπτᾷ δ’ ἐμέ, ἴσον μετρῶν ὀφθαλμόν, ὥστε τέκτονος παρὰ στάθμην ἰόντος ὀρθοῦται κανών.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme