Book 13
17
Λικύμνιος δ’ ὁ Χῖος τὸν Ὕπνον φήσας ἐρᾶν τοῦ Ἐνδυμίωνος οὐδὲ καθεύδοντος αὐτοῦ κατακαλύπτει τοὺς ὀφθαλμούς, ἀλλὰ ἀναπεπταμένων τῶν βλεφάρων κοιμίζει τὸν ἐρώμενον, ὅπως διὰ παντὸς ἀπολαύῃ τῆς τοῦ θεωρεῖν ἡδονῆς. λέγει δ’ οὕτως· ι ὕπνος δὲ χαίρων ὀμμάτων αὐγαῖς ἀναπεπταμένοις ὄσσοις ἐκοίμιζεν κοῦρον. καὶ ἡ Σαπφὼ δὲ πρὸς τὸν ὑπερβαλλόντως θαυμαζόμενον τὴν μορφὴν καὶ καλὸν εἶναι νομιζόμενόν φησιν στᾶθι κἄντα, φίλος, καὶ τὰν ἐπ’ ὄσσοις ἀμπέτασον χάριν. ὁ δ’ Ἀνακρέων τί φησίν; ὦ παῖ παρθένιον βλέπων, δίζημαί σε, σὺ δ’ οὐκ ἄεις, οὐκ εἰδὼς ὅτι τῆς ἐμῆς ψυχῆς ἡνιοχεύεις. ὁ δὲ μεγαλοφωνότατος Πίνδαρος· τὰς δὲ Θεοξένου φησίν ἀκτῖνας ποτ’ ὄσσων μαρμαρυζοίσας δρακεὶς ὃς μὴ πόθῳ κυμαίνεται, ἐξ ἀδάμαντος ἢ σιδάρου κεχάλκευται μέλαιναν καρδίαν ψυχρᾷ φλογί. ὁ δὲ τοῦ Κυθηρίου Φιλοξένου Κύκλωψ ἐρῶν τῆς Γαλατείας καὶ ἐπαινῶν αὐτῆς τὸ κάλλος, προμαντευόμενος τὴν τύφλωσιν πάντα μᾶλλον αὐτῆς ἐπαινεῖ ἢ τῶν ὀφθαλμῶν μνημονεύει, λέγων ὧδε· ὦ καλλιπρόσωπε, χρυσεοβόστρυχε Γαλάτεια, χαριτόφωνε, κάλλος ἐρώτων. τυφλὸς ὁ ἔπαινος καὶ κατ’ οὐδὲν ὅμοιος τῷ Ἰβυκείῳ ἐκείνῳ· Εὐρύαλε, γλαυκέων Χαρίτων θάλος, ὁ καλλικόμων μελέδημα, σὲ μὲν Κύπρις ἃ τ’ ἀγανοβλέφαρος Πειθὼ ῥοδέοισιν ἐν ἄνθεσι θρέψαν. φρύνιχός τε ἐπὶ τοῦ Τρωίλου ἔφη λάμπειν ἐπὶ πορφυραῖς παρῇσι φῶς ἔρωτος.