Book 13
20
ἐπαινῶ δὲ καὶ αὐτὸς τὸ κάλλος, καὶ γὰρ ἐν ταῖς Εὐανδρίαις τοὺς καλλίστους ἐγκρίνουσι καὶ τούτους πρωτοφορεῖν· ἐπιτρέπουσιν, ἐν Ἤλιδι δὲ καὶ κρίσις γίνεται κάλλους, καὶ τῷ πρώτῳ τὰ τῆς θεοῦ φέρειν τεύχη δίδοται, τῷ δὲ δευτέρῳ τὸν βοῦν ἄγειν, ὁ δὲ τρίτος τὰς θυηλὰς ἐπιτίθησιν. ʽ Ἡρακλείδης δ’ ὁ Λέμβος ἱστορεῖ ὅτι κατὰ τὴν Σπάρτην θαυμάζεται παντὸς μᾶλλον ὁ κάλλιστος καὶ γυνὴ ἡ καλλίστη, καλλίστας γεννώσης τῆς Σπάρτης τὰς γυναῖκας. διὸ καὶ φασὶν περὶ Ἀρχιδάμου τοῦ βασιλέως, γυναικὸς αὐτῷ καλῆς φαινομένης, ἑτέρας δὲ αἰσχρᾶς καὶ πλουσίας, ὡς ἀπέκλινεν ἐπὶ τὴν πλουσίαν, ζημιῶσαι τοὺς ἐφόρους αὐτόν, ἐπιλέγοντας ὅτι βασιλίσκους ἀντὶ βασιλέων τᾷ Σπάρτᾳ γεννᾶν προαιρεῖται. Εὐριπίδης τε ἔφη· πρῶτον μὲν εἶδος ἄξιον τυραννίδος· καὶ οἱ παρ’ Ὁμήρῳ δὲ δημογέροντες θαυμάζοντες τῆς Ἑλένης τὸ κάλλος φασίν οὐ νέμεσις Τρῶας καὶ ἐυκνήμιδας Ἀχαιοὺς τοιῇδ’ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν αἰνῶς ἀθανάτῃσι θεῇς εἰς ὦπα ἔοικεν. ἐκπέπληκται γοῦν καὶ αὐτὸς ὁ Πρίαμος ἐπὶ τῷ κάλλει τῆς γυναικός, καίτοι ἐν δεινοῖς ὑπάρχων. θαυμάζει γοῦν ἐπὶ κάλλει τὸν Ἀγαμέμνονα τοιαῦτα ἐκφωνῶν· καλὸν δ’ οὕτω ἐγὼν οὔ πω ἴδον ὀφθαλμοῖσιν οὐδ’ οὕτω γεραρόν· βασιλῆι δὲ ἀνδρὶ ἔοικεν. καθίστων δὲ καὶ πολλοὶ τοὺς καλλίστους βασιλέας, ὡς μέχρι νῦν οἱ Ἀθάνατοι καλούμενοι Αἰθίοπες, ὥς φησι Βίων ἐν Αἰθιοπικοῖς. ὡς ἔοικε γάρ, τὸ κάλλος βασιλείας οἰκεῖόν ἐστιν. θεαὶ περὶ κάλλους ἤρισαν πρὸς ἀλλήλας, καὶ διὰ κάλλος οἱ θεοὶ ἀνηρείψαντο Διὶ οἰνοχόον τὸν Γανυμήδη κάλλεος εἵνεκα οἷο, ἵν’ ἀθανάτοισι μετείῃ. αἱ θεαὶ δὲ τίνας ἀναρπάζουσιν; οὐ τοὺς καλλίστους; οἷς καὶ σύνεισιν Ἠὼς μὲν Κεφάλῳ καὶ Κλείτῳ καὶ Τιθωνῷ, Δημήτηρ Ἰασίωνι, Ἀφροδίτη Ἀγχίσῃ καὶ Ἀδώνιδι. διὰ κάλλος δὲ καὶ ὁ μέγιστος τῶν θεῶν διὰ κεράμων χρυσὸς ἔρχεται, ταῦρος γίνεται, ἀετὸς πτεροῦται πολλάκις, ὥσπερ καὶ ἐπ’ Αἰγίνῃ. Σωκράτης δ’ ὁ φιλόσοφος ὁ πάντων καταφρονῶν. τοῦ Ἀλκιβιάδου κάλλους οὐχ ἥττων ἐστίν; ὡς καὶ ὁ σεμνότατος Ἀριστοτέλης τοῦ Φασηλίτου μαθητοῦ, ἡμεῖς δ’ οὐχὶ καὶ τῶν ἀψύχων τὰ κάλλιστα προκρίνομεν; ἐπαινεῖται καὶ τῶν Σπαρτιατῶν τὸ ἔθος τὸ γυμνοῦν τὰς παρθένους τοῖς ξένοις. ἐν Χίῳ δὲ τῇ νήσῳ καὶ βαδίζειν ἥδιστόν ἐστιν ἐπὶ τὰ γυμνάσια καὶ τοὺς δρόμους καὶ ὁρᾶν προσπαλαίοντας τοὺς νέους ταῖς κόραις.