Book 13
25
καὶ Φιλήμων δὲ ἐν Ἀδελφοῖς προσιστορῶν ὅτι πρῶτος Σόλων διὰ τὴν τῶν νέων ἀκμὴν ἔστησεν ἐπὶ οἰκημάτων γύναια πριάμενος, καθὰ καὶ Νίκανδρος ὁ Κολοφώνιος ἱστορεῖ ἐν τρίτῳ Κολοφωνιακῶν (fr. 9. 10 Sch) φάσκων αὐτὸν καὶ πανδήμου Ἀφροδίτης ἱερὸν πρῶτον ἱδρύσασθαι ἀφ’ ὧν ἠργυρίσαντο αἱ προστᾶσαι τῶν οἰκημάτων. ἀλλ’ ὅ γε Φιλήμων οὕτως φησί (II 479 K)· σὺ δ’ εἰς ἅπαντας εὗρες ἀνθρώπους, Σόλων· σὲ γὰρ λέγουσιν τοῦτ’ ἰδεῖν πρῶτον, μόνον δημοτικόν, ὦ Ζεῦ, πρᾶγμα καὶ σωτήριον, (καί μοι λέγειν τοῦτ’ ἐστὶν ἁρμοστόν, Σόλων) μεστὴν ὁρῶντα τὴν πόλιν νεωτέρων τούτους τ’ ἔχοντας τὴν ἀναγκαίαν φύσιν ἁμαρτάνοντάς τ’ εἰς ὃ μὴ προσῆκον ἦν, στῆσαι πριάμενόν τοι γυναῖκας κατὰ τόπους κοινὰς ἅπασι καὶ κατεσκευασμένας. ἑστᾶσι γυμναί, μὴ ᾽ξαπατηθῇς· πάνθ’ ὅρα. οὐκ εὖ σεαυτοῦ τυγχάνεις ἔχων ...... .... ἔχεις πως· ἡ θύρα ᾽στ’ ἀνεῳγμένη. εἷς ὀβολός· εἰσπήδησον· οὐκ ἔστ’ οὐδὲ εἷς ἀκκισμὸς οὐδὲ λῆρος, οὐδ’ ὑφήρπασεν· ἀλλ’ εὐθὺς ὡς βούλει σὺ χὢν βούλει τρόπον. ἐξῆλθες· οἰμώζειν λέγ᾽, ἀλλοτρία ᾽στί σοι. καὶ Ἀσπασία δὲ ἡ Σωκρατικὴ ἐνεπορεύετο πλήθη καλῶν γυναικῶν, καὶ ἐπλήθυνεν ἀπὸ τῶν ταύτης ἑταιρίδων ἡ Ἑλλάς, ὡς καὶ ὁ χαρίεις Ἀριστοφάνης παρασημαίνεται, λέγων τὸν Πελοποννησιακὸν πόλεμον ὅτι Περικλῆς διὰ τὸν Ἀσπασίας ἔρωτα καὶ τὰς ἁρπασθείσας ἀπ’ αὐτῆς θεραπαίνας ὑπὸ Μεγαρέων ἀνερρίπισεν τὸ δεινόν (Ach. 524)· πόρνην δὲ Σιμαίθαν ἰόντες Μεγάραδε νεανίαι κλέπτουσι μεθυσοκότταβοι· κᾆθ’ οἱ Μεγαρῆς ὀδύναις πεφυσιγγωμένοι ἀντεξέκλεψαν Ἀσπασίας πόρνας δύο· κἀκεῖθεν ἁρχὴ τοῦ πολέμου κατερράγη Ἕλλησι πᾶσιν ἐκ τριῶν λαικαστριῶν.