Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 13

27 ταῦτά σοι παραινεῖν ἔχω, ἑταῖρε Μυρτίλε. καὶ κατὰ τὴν Φιλεταίρου Κυνηγίδα (ib. 232) παῦσαι γέρων ὢν τοὺς τρόπους. οὐκ οἶσθ’ ὅτι οὔκ ἐστιν ἥδιστον ἀποθανεῖν βινοῦνθ’ ἅμα, ὥσπερ λέγουσιν ἀποθανεῖν Φορμίσιον. ἢ ἥδιστόν ἐστί σοι, ὡς ἐν Μαραθωνίοις φησὶ Τιμοκλῆς (ib. 461), ὅσον τὸ μεταξὺ μετὰ κορίσκης ἢ μετὰ χαμαιτύπης τὴν νύκτα κοιμᾶσθαι. βαβαί, ἡ στιφρότης, τὸ χρῶμα, πνεῦμα, δαίμονες. τὸ μὴ σφόδρ’ εἶναι πάνθ’ ἕτοιμα, δεῖν δέ τι ἀγωνιᾶσαι καὶ ῥαπισθῆναί τε καὶ πληγὰς λαβεῖν ἁπαλαῖσι χερσίν· ἡδύ γε νὴ τὸν Δία τὸν μέγιστον.’ ἔτι πολλὰ τοῦ Κυνούλκου θέλοντος λέγειν καὶ τοὐλπιανοῦ ἐπιραπίσαι βουληθέντος αὐτὸν εἰς τιμὴν τοῦ Μυρτίλου, φθάσας ὁ Μυρτίλος (διήχθρευεν γὰρ τῷ Σύρῳ) ἔφη· ‘οὐχ ὧδ’ ἐμόγησαν ἐλπίδες ὥστ’ ἐχθρῶν συμμαχίαν καλέσαι, φησὶν ὁ Καλλίμαχος (fr. 134 Sch). οὐ γὰρ αὐτάρκεις ἡμεῖς ἀμύνασθαι, ὦ Κύνουλκε; ὡς σκαιὸς εἶ κἄγροικος αἰσχροεπῶν· ἔα, ἐπαρίστερ’ ἐν τῷ στόματι τὴν γλῶσσαν φορεῖς, κατὰ τὴν Ἐφίππου Φιλύραν (II 263 K). δοκεῖς γάρ μοι ἐκείνων εἷς εἶναι οὓς ἐδίδαξαν ἀριστερὰ γράμματα Μοῦσαι, ὥς τις ἔφη τῶν παρῳδῶν (inc. fr. 4 Br).

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme