Book 13
34
ἐν δὲ Λακεδαίμονι, ὥς φησι Πολέμων ὁ περιηγητὴς ἐν τῷ περὶ τῶν ἐν Λακεδαίμονι Ἀναθημάτων, εἰκών ἐστι τῆς διαβοήτου ἑταίρας Κοττίνας, ἥν φησιν καὶ βοῦν ἀναθεῖναι χαλκῆν, γράφων οὕτως· καὶ τὸ Κοττίνας δὲ τῆς ἑταίρας εἰκόνιον, ἧς διὰ τὴν ἐπιφάνειαν οἴκημά τι λέγεται καὶ νῦν ἐγγυτάτω τῆς Κολώνης, ἵνα τὸ Διονύσιόν ἐστιν, ἐπιφανὲς καὶ πολλοῖς ἐγνωσμένον τῶν ἐν τῇ πόλει. ἀνάθημα δ’ αὐτῆς ἐστιν ὑπὲρ τὸ τῆς Χαλκιοίκου βοίδιόν τι χαλκοῦν καὶ τὸ προειρημένον εἰκόνιον. Ἀλκιβιάδης δὲ ὁ καλός, ἐφ’ οὗ τις τῶν κωμικῶν ἔφη Ἀλκιβιάδην τὸν ἁβρόν, ὦ γῆ καὶ θεοί, ὃν ἡ Λακεδαίμων μοιχὸν ἐπιθυμεῖ λαβεῖν, ὑπὸ τῆς Ἄγιδος ἀγαπώμενος γυναικὸς, ἐπὶ τὰς τῶν ἑταιρίδων θύρας ἐκώμαζεν, ἀπολιπὼν τὰς Λακαίνας καὶ τὰς Ἀττικάς. Μεδοντίδος γοῦν τῆς Ἀβυδηνῆς ἐξ ἀκοῆς ἐρασθεὶς ἔστερξε καὶ πλεύσας εἰς Ἑλλήσποντον σὺν Ἀξιόχῳ, ὃς ἦν αὐτοῦ τῆς ὥρας ἐραστής, ὥς φησιν Λυσίας ὁ ῥήτωρ ἐν τῷ κατ’ αὐτοῦ λόγῳ, καὶ ταύτης ἐκοινώνησεν αὐτῷ. καὶ ἑτέρας δὲ δύο ἑταίρας περιήγετο αἰεὶ ὁ Ἀλκιβιάδης, Δαμασάνδραν τὴν Λαίδος τῆς νεωτέρας μητέρα καὶ Θεοδότην ὑφ’ ἧς καὶ ἀποθανὼν ἐκηδεύθη ἐν Μελίσσῃ κώμῃ τῆς Φρυγίας, ἐπιβουλευθεὶς ὑπὸ Φαρναβάζου. εἴδομεν δὲ καὶ ἡμεῖς τὸ ἐν Μελίσσῃ τοῦ Ἀλκιβιάδου μνῆμα ἐκ Συννάδων εἰς Μητρόπολιν ἀφικνούμενοι· ἐφ’ ᾧ καὶ κατ’ ἔτος θύεται βοῦς, διακελευσαμένου τοῦτο τοῦ πάντα ἀρίστου Ἀδριανοῦ βασιλέως· ὃς καὶ ἀνέστησεν ἐπὶ τῷ μνήματι Παρίου λίθου εἰκόνα τὸν Ἀλκιβιάδην.