Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 13

39 Μάχων δ’ ὁ κωμῳδιοποιὸς ἐν ταῖς ἐπιγραφομέναις Χρείαις φησὶν οὕτως· ὑπερβολῇ δὲ τῆς Λεαίνης σχῆμά τι περαινομένης εὖ παρά τε τῷ Δημητρίῳ εὐημερούσης, φασὶ καὶ τὴν Λάμιαν τὸν βασιλέ’ εὐμελῶς κελητίσαι ποτὲ ἐπαινεθῆναὶ θ᾽. ἡ δὲ τοῦτ’ ἀπεκρίθη· πρὸς ταῦτα καὶ Λέαιναν, εἰ βούλει, κράτει. ἦν δὲ ἡ Λάμια σφόδρα εὔθικτος καὶ ἀστική πρὸς τὰς ἀποκρίσεις, καθάπερ καὶ Γνάθαινα, περὶ ἧς ἐροῦμεν. πάλιν δὲ περὶ τῆς Λαμίας ὁ Μάχων οὕτω γράφει· δημήτριός ποθ’ ὁ βασιλεὺς γένη μύρων Λαμίᾳ παρὰ πότον παντοδαπῶν ἐπεδείκνυτο. ἡ Λάμια δ’ ἦν αὐλητρὶσι ἧς σφόδρ’ ἡδέως σχεῖν φασι κνησθῆναί τε τὸν Δημήτριον. ἀποδοκιμαζούσης δὲ πάντα καὶ πάνυ κατεγχλιδώσης τῷ βασιλεῖ , νάρδον τινὰ διένευσ’ ἐνεγκεῖν εὐχερῆ, τῇ χειρί τε ταἰδοῖον ἀποτρίψας, θιγὼν τοῖς δακτύλοις τουτὶ γε, Λάμια, φησίν, ὀσφράνθητι καὶ εἴσει παρὰ τἄλλα διαφορὰν ὅσην ἔχει. κείνη δὲ γελάσασ᾽ ἀλλὰ τοῦτ᾽, ἔφη, τάλαν, ὄζειν δοκεῖ μοι σαπρότατον πάντων πολύ. Δημήτριος δ’ εἶπ᾽· ἀλλὰ μήν, νὴ τοὺς θεούς, ἀπὸ βαλάνου τοῦτ’ ἐστί, Λάμια, βασιλικῆς.
40 Πτολεμαῖος δ’ ὁ τοῦ Ἀγησάρχου ἐν ταῖς περὶ τὸν Φιλοπάτορα Ἱστορίαις βασιλέων ἐρωμένας ἀναγράφων φησίν· Φιλίππου τοῦ Μακεδόνας αὐξήσαντος Φίλινναν τὴν ὀρχηστρίδα, ἐξ ἧς καὶ γεννῆσαι Ἀρριδαῖον τὸν μετ’ Ἀλέξανδρον βασιλεύσαντα, Δημητρίου δὲ τοῦ Πολιορκητοῦ μετὰ τὰς προειρημένας Μανίαν, Ἀντιγόνου δὲ Δημώ, ἐξ ἧς Ἀλκυονέα γεννηθῆναι, Σελεύκου δὲ τοῦ νεωτέρου Μύσταν καὶ Νῦσαν. ʽ Ἡρακλείδης δὲ ὁ Λέμβος ἐν τῇ ἕκτῃ καὶ τριακοστῇ τῶν Ἱστοριῶν Δημὼ φησιν ἐρωμένην γενέσθαι τοῦ Δημητρίου· ᾗ ἐπιμανῆναι καὶ τὸν πατέρα αὐτοῦ Ἀντίγονον καὶ ἀποκτεῖναι Ὀξύθεμιν ὡς καὶ πολλὰ συνεξαμαρτάνοντα τῷ Δημητρίῳ, καὶ ὅτι ἀπέκτεινε τὰς τῆς Δημοῦς θεραπαίνας στρεβλῶν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme