Book 13
41
περὶ δὲ τοῦ εἰρημένου τῆς Μανίας ὀνόματος ὁ Μάχων τάδε φησίν· ἴσως δ’ ἂν ἀπορήσαι τις εὐλόγως θ’ ἅμα τῶν νῦν ἀκροατῶν, εἴ τις Ἀττικὴ γυνὴ προσηγορεύετ’ ἢ ἐνομίσθη Μανία. αἰσχρὸν γὰρ ὄνομα Φρυγιακὸν γυναῖκ’ ἔχειν, καὶ ταῦθ’ ἑταίραν ἐκ μέσης τῆς Ἑλλάδος, μὴ τὴν Ἀθηναίων τι κωλῦσαι πόλιν, ὑφ’ ἧς ἅπαντές εἰσ’ ἐπηνορθωμένοι. τὸ μὲν οὖν ὑπάρχον εὐθέως ἐκ παιδίου αὐτῇ Μέλιττ’ ἦν ὄνομα. τῷ μεγέθει μὲν ἦν τῶν τότε γυναικῶν βραχύ τι καταδεεστέρα· φωνῇ δ’ ὁμιλίᾳ τε κεχορηγημένη πάνυ τ’ εὐπρόσωπος οὖσα καὶ καταπληκτικὴ πολλοὺς ἐραστὰς καὶ πολίτας καὶ ξένους ἔχουσ’ — ὅπου περὶ τῆς γυναικός τις λόγος γένοιτο, μανίαν τὴν Μέλιτταν ὡς καλὴν ἔφασκον εἶναι, καὶ προσεξειργάζετο αὐτὴ τὸ πλεῖον. ἡνίκα σκώψειε γάρ, ῥημάτιον εὐθὺ τοῦτο ‘μανίαν’ ἀνεβόα, αὐτή θ’ ὅτ’ ἐπαινοίη τιν’ ἢ ψέγοι πάλιν, ἐπ’ ἀμφοτέρων προσέκειτο μανία τῶν λόγων. διὸ τῆς μανίας τὸ ῥῆμ’ ἐπεκτείνας δοκεῖ καλέσαι τις αὐτὴν τῶν ἐραστῶν Μανίαν· μᾶλλον τὸ πάρεργον ἐπεκράτησ’ ἢ τοὔνομα. ἐδόκει δὲ λιθιᾶν, ὡς ἔοιχ᾽, ἡ Μανία· Γνάθαινα δ’ εἰς τὰ στρώμαθ’ ὅτι προίετο, ἐνουθετήθη τοῦτό πως ὑπὸ Διφίλου. μετὰ ταῦτα δ’ ἡ Γνάθαινα πρὸς τὴν Μανίαν ἐλοιδορεῖτο καὶ λέγει ‘τί τοῦτο, παῖ, εἰ καὶ λίθον εἶχες;’ ὑπολαβοῦσ’ ἡ Μανία ‘ἔδωκ’ ἄν, ἵν’ εἶχες, φήσ᾽, ἀποψᾶσθαι, τάλαν.’
42
ὅτι δ’ ἦν καὶ ἀστεία τις ἀποκρίνασθαι, τάδε περὶ αὐτῆς ὁ Μάχων ἀναγράφει· τῆς Μανίας ἤρα Λεοντίσκος ποτὲ ὁ παγκρατιαστὴς καὶ συνεῖχ’ αὐτὴν μόνος γαμετῆς τρόπον γυναικός. ὑπὸ δ’ Ἀντήνορος μοιχευομένην αἰσθόμενος αὐτὴν ὕστερον σφόδρ᾽ ἠγανάκτησ᾽. ἣ δὲ ‘μηθέν, φησί, σοί, ψυχή, μελέτω· μαθεῖν γὰρ αἰσθέσθαι θ’ ἅμα Ὀλυμπιονικῶν νυκτὸς ἀθλητῶν δυεῖν πληγὴν παρὰ πληγὴν τί δύναταί ποτ’ ἤθελον.’
42
αἰτουμένην λέγουσι τὴν πυγήν ποτε ὑπὸ τοῦ βασιλέως Μανίαν Δημητρίου ἀνταξιῶσαι δωρεὰν καὐτόν τινα. δόντος δ᾽ ἐπιστρέψασα μετὰ μικρὸν λέγει ‘Ἀγαμέμνονος παῖ, νῦν ἐκεῖν᾽ ἔξεστί σοι (Soph. El. 2).’