Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 13

42 ὅτι δ’ ἦν καὶ ἀστεία τις ἀποκρίνασθαι, τάδε περὶ αὐτῆς ὁ Μάχων ἀναγράφει· τῆς Μανίας ἤρα Λεοντίσκος ποτὲ ὁ παγκρατιαστὴς καὶ συνεῖχ’ αὐτὴν μόνος γαμετῆς τρόπον γυναικός, ὑπὸ δ’ Ἀντήνορος μοιχευομένην αἰσθόμενος αὐτὴν ὕστερον σφόδρ’ ἠγανάκτησ᾽. ἡ δὲ μηθέν, φησί, σοί, ψυχή, μελέτω· μαθεῖν γὰρ αἰσθέσθαι θ’ ἅμα Ὀλυμπιονικῶν νυκτὸς ἀθλητῶν δυεῖν πληγὴν παρὰ πληγὴν τί δύναταί ποτ’ ἤθελον. αἰτουμένην λέγουσι τὴν πυγήν ποτε ὑπὸ τοῦ βασιλέως Μανίαν Δημητρίου ἀνταξιῶσαι δωρεὰν καὐτόν τινα. δόντος δ’ ἐπιστρέψασα μετὰ μικρὸν λέγει Ἀγαμέμνονος παῖ , νῦν ἐκεῖν’ ἔξεστί σοι. εἶναι δοκῶν αὐτόμολος ἄνθρωπος ξένος καὶ παρεπιδημήσας Ἀθήνησίν ποτε τὴν Μανίαν μετεπέμψαθ᾽, ὅσον ᾔτησε δούς. εἰς τὸν πότον δ’ ἦν συμπαρειληφώς τινας ἐκ τῆς πόλεως τῶν ἐπιγελᾶν εἰθισμένων ἅπαντα τοῖς τρέφουσιν αἰεὶ πρὸς χάριν βουλόμενος εἶναι γλαφυρὸς ἀστεῖός θ’ ἅμα, τῆς Μανίας ἄριστα παιζούσης σφόδρα ἀνισταμένης τε πολλάκις, εἰς δασύποδα αὐτὴν ἐπικροῦσαι βουλόμενος πρὸς τῶν θεῶν, μειράκια, τί δοκεῖ τῶν ἀγρίων ὑμῖν ποτε ἐν τοῖς ὄρεσι τάχιστα θηρίον τρέχειν; ἡ Μανία δ’ αὐτόμολος, ὦ βέλτιστ᾽, ἔφη. μετὰ ταῦτα δ’ ὡς εἰσῆλθε πάλιν ἡ Μανία, τὸν αὐτόμολον ἔσκωπτε ῥίψασπίν τ’ ἔφη αὐτὸν γεγονέναι προσβολῆς οὔσης ποτέ. ὁ δὲ στρατιώτης ὑπό τι δὴ σκυθρωπάσας ἀπεπέμψατ’ αὐτήν· διαλιποῦσα δ’ ἡμέραν μηθὲν παρὰ τοῦτο, φησί, λυποῦ, φίλτατε· οὐ γὰρ σὺ φεύγων ἀπέβαλες τὴν ἀσπίδα, μὰ τὴν Ἀφροδίτην, ἀλλ’ ὁ σοὶ χρήσας τότε. ἐν συμποσίῳ δ᾽, ὥς φασι, παρὰ τῇ Μανίᾳ παρεδέξατ’ αὐτὴν τῶν πονηρῶν τις πάνυ. κᾆθ’ ὡς ἐπηρώτησε πότερ’ ἄνω θέλεις ἐλθοῦσ’ ἅμα βαλεῖν ἢ κάτω; γελάσασ᾽ ἄνω, βέλτιστε, φησίν. ὑπό τι γὰρ δέδοικά σε μή μου προπεσούσης· τοὐμπλόκιον ὑπεκτράγῃς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme