Book 13
43
ἐπεὶ προέβη τοῖς ἔτεσιν ἡ Γνάθαινα καὶ ἤδη τελέως ἦν ὁμολογουμένη σορός, εἰς τὴν ἀγορὰν λέγουσιν αὐτὴν ἐξίναι καὶ τοὔψον ἐφορᾶν καὶ πολυπραγμονεῖν πόσου πωλεῖθ’ ἕκαστον. εἶτ’ ἰδοῦσα κατὰ τύχην ἱστῶντα κρεοπώλην τιν’ ἀστεῖον πάνυ τῇ θ’ ἡλικίᾳ σφόδρα νέον ‘ὦ πρὸς τῶν θεῶν, μειράκιον, ὁ καλός, φησί, πῶς ἵστης; φράσον.’ ὃ δὲ μειδιάσας ‘κύβδ᾽, ἔφη, τριωβόλου.’ ‘τίς δ’ οὑπιτρέψων ἐστί σοι, φησίν, τάλαν, ὄντα γ’ ἐν Ἀθήναις Καρικοῖς χρῆσθαι σταθμοῖς;’
43
Στρατοκλῆς δύ’ ἐρίφους προῖκ’ ἐδίδου τοῖς γνωρίμοις λοπάδας συνάλμους τε συναρτύειν δοκῶν καὶ διψᾶν ὑπολειπόμενοι εἰς τὴν αὔριον τοῖς ἐπισυνάπτειν βουλομένοις τὸν ἑωθινόν, μακρὰς δὲ πράττειν εἰς τὰ λοιπὰ ξυμβολάς. Γνάθαινα δ’ αὑτῆς εἶπε πρὸς ἐραστήν τινα στραγγευόμενον ὁρῶσα περὶ τὰς συμβολάς· ‘Στρατοκλῆς ἐπ’ ἐρίφοις, φησί, χειμῶνας ποιεῖ.’
43
ἰδοῦσ’ ἔφηβον ἡ Γνάθαιν’ ἰσχνὸν πάνυ καὶ μέλανα λεπτόν θ᾽, ὡς ἔοιχ᾽, ὑπερβολῇ καὶ λιπαρόν, ἔτι δὲ τῶν ἐφήβων βραχύτερον, ἔσκωπτεν εἰς Ἄδωνιν. ἀναγώγως δέ πως τοῦ μειρακίσκου καὶ τυραννικώτερον αὐτῇ συναντήσαντος ἐμβλέψασα τῇ θυγατρὶ μετ’ αὐτῆς συμπορευομένῃ λέγει· ‘δικαιότερον ἦν, ὦ τέκνον, νὴ τὼ θεώ ....’ λέγουσι Ποντικόν τι μειρακύλλιον ἀναπαυόμενον μετὰ τῆς Γναθαίνης ἀξιοῦν πρῷον γενόμενον, ὥστε τὴν πυγὴν ἅπαξ αὐτῷ παρασχεῖν· τὴν δὲ τοῦτ’ εἰπεῖν ‘τάλαν, ἔπειτα τὴν πυγήν με νῦν αἰτεῖς, ὅτε τὰς ὗς ἐπὶ νομὴν καιρός ἐστιν ἐξάγειν;’