Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 13

44 ἔπειτα, φασί, τῆς Γναθαινίου ποτὲ τὸν Ἀνδρόνικον οὐ θελούσης παρὰ πότον φιλεῖν, καθάπερ ταῖς πρότερον ἡμέραις ἀεί, ὀργιζομένης δὲ διὰ τὸ μηδὲν λαμβάνειν, ἔπειθε πῶς ‘οὐχ ὁρᾷς, Γνάθαιν᾽, ἔφη, ὑπερηφάνως μοι τὴν θυγατέρα χρωμένην;’ ἡ γραῦς δ’ ἀγανακτήσασα ‘τάλαν, ἔφη, τέκνον· περίλαβε, φησί, καὶ φίλησον, εἰ θέλει.’ ἣ δ’ εἶπε ‘μῆτερ, πῶς, ἔφη, μέλλω φιλεῖν τὸν μηδὲν ὠφέλημα, τὸν ὑπὸ τὰς στέγας τὸ κοῖλον Ἄργος δωρεὰν θέλοντ’ ἔχειν.
44 πανηγύρεως οὔσης ποθ’ ἡ Γναθαίνιον εἰς Πειραιᾶ κατέβαινε πρὸς ξένον τινὰ ἔμπορον ἐραστὴν εὐτελῶς ἐπ’ ἀστράβης, τὰ πάντ’ ἔχουσ’ ὀνάρια μεθ’ ἑαυτῆς τρία καὶ τρεῖς θεραπαίνας καὶ νέαν τιτθὴν μίαν. ἔπειτεν αὐταῖς ἐπί τινος στενῆς ὁδοῦ κακὸς παλαιστὴς ἐνέτυχέν τις τῶν ἀεὶ ἐν τοῖς ἀγῶσιν ἐπιμελῶς ἡττωμένων· ὃς οὐ δυνάμενος τότε παρελθεῖν ῥᾳδίως, ἀλλὰ στενοχωρῶν εἶπεν ‘ὦ τρισάθλιε ὀνηλάτ᾽, εἰ μὴ θᾶττον ἐκστήσῃ ποτὲ ἐκ τῆς ὁδοῦ, τὰ γύναια ταυτὶ καταβαλῶ σὺν τοῖς ὀναρίοις, φησί, καὶ ταῖς ἀστράβαις.’ Γναθαίνιον δ’ εἶπ’ ‘ὦ τάλαν, μὴ δῆτ᾽, ἄνερ· οὐδέποτε γὰρ τοῦτ’ ἐστί σοι πεπραγμένον.’
45 ἑξῆς δὲ καὶ ταῦτ’ ἀναγράφει· Λαίδα λέγουσι τὴν Κορινθίαν ποτὲ Εὐριπίδην ἰδοῦσαν ἐν κήπῳ τινὶ πινακίδα καὶ γραφεῖον ἐξηρτημένον ἔχοντ᾽· ‘ἀπόκριναι, φησίν, ὦ ποιητά μοι, τί βουλόμενος ἔγραψας ἐν τραγῳδίᾳ ‘ἔρρ᾽, αἰσχροποιέ (Med. 1346) ’ʼ;’ καταπλαγεὶς δ’ Εὐριπίδης τὴν τόλμαν αὐτῆς ‘σὺ γάρ, ἔφη, τίς εἶ, γύναι; οὐκ αἰσχροποιός;’ ἣ δὲ γελάσασ᾽ ἀπεκρίθη ‘τί δ’ αἰσχρόν, εἰ μὴ τοῖσι χρωμένοις δοκεῖ (Eur. fr. 19 N) ;ʼ’ ἡ Γλυκέριον λαβοῦσα παρ’ ἐραστοῦ τινος Κορίνθιον παράπηχυ καινὸν λῄδιον ἔδωκεν εἰς γναφεῖον· εἶτ’ ἐπεὶ τέλος ἔδοξ’ ἔχειν, πέμψασα τὴν θεραπαινίδα τὸ μισθάριον ἔχουσαν ἐκέλευ’ ἀποφέρειν θοἰμάτιον. ὁ γναφεὺς δ’ εἶπεν· ‘ἄν γ’ ἐλᾳδίου ταρτημόριά μοι, φησί, προσενέγκῃς τρία, κόμισαι. τὸ κωλῦον γάρ ἐστι τοῦτό με.’ ἣ δ’ ὡς ἀπήγγειλ᾽, ‘ὦ τάλαιν᾽, εἶπεν, κακῶν’ ἡ Γλυκέριον, ‘μέλλει γὰρ ὥσπερ μαινίδας ἀποτηγανίζειν, φησί, μου τὸ λῄδιον.’

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme