Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 13

52 καὶ Ὠκίμου δὲ τῆς ἐμῆς, ὡς σὺ φής, Κύνουλκε (cf. p. 567c), καὶ Ὑπερείδης μέμνηται ἐν τῷ κατὰ Ἀρισταγόρας βʹ λέγων οὕτως (fr. 17 Bl)· ‘ὥστε Λαὶς μὲν ἡ δοκοῦσα τῶν πώποτε διενηνοχέναι τὴν ὄψιν καὶ Ὤκιμον καὶ Μετάνειρα ...’ Νικόστρατος δὲ ὁ τῆς μέσης κωμῳδίας ποιητὴς ἐν Πανδρόσῳ οὑτωσὶ λέγων (II 225 K)· ἔπειτα τῆς αὐτῆς ὁδοῦ πρὸς Ἀερόπην ἐλθοῦσα πέμψαι στρώματα αὐτὴν κέλευε, φησί, καὶ παρ’ Ὠκίμου χαλκώματα. Μένανδρος δ’ ἐν Κόλακι τάσδε καταλέγει ἑταίρας (fr. 295 K)· Χρυσίδα, Κορώνην, Ἀντίκυραν, Ἰσχάδα, καὶ Ναννάριον ἔσχηκας ὡραίαν σφόδρα. Φιλέταιρος ἐν Κυναγίδι (II 232 K)· οὐχὶ Κερκώπη μὲν ἤδη γέγον’ ἔτη τρισχίλια, ἡ δὲ Διοπείθους ἀηδὴς Τέλεσις ἕτερα μυρία; Θεολύτην δ’ οὐδ᾽ οἶδεν οὐδεὶς ὅτε τὸ πρῶτον ἐγένετο. οὐχὶ Λαὶς μὲν τελευτῶσ’ ἀπέθανεν βινουμένη, Ἰσθμιὰς δὲ καὶ Νέαιρα κατασέσηπε καὶ Φίλα; Κοσσύφας δὲ καὶ Γαλήνας καὶ Κορώνας οὐ λέγω· περὶ δὲ Ναίδος σιωπῶ· γομφίους γὰρ οὐκ ἔχει. Θεόφιλος Φιλαύλῳ (II 476 K)· τοῦ μή ποτ’ αὐτὸν ἐμπεσεῖν εἰς Λαίδα φερόμενον ἢ Μηκωνίδ’ ἢ Σισύμβριον ἢ Βάραθρον ἢ Θάλλουσαν ἢ τούτων τινά, ὧν ἐμπλέκουσι τοῖς λίνοις αἱ μαστροποί, ἢ Ναύσιον ἢ Μαλθάκην.’

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme