Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 13

61 ἴστε δὲ ὅτι καὶ Δημάδης ὁ ῥήτωρ ἐξ αὐλητρίδος ἑταίρας ἐπαιδοποιήσατο Δημέαν· ὃν φρυαττόμενόν ποτε ἐπὶ τοῦ βήματος ἐπεστόμισεν Ὑπερείδης εἰπών οὐ σιωπήσῃ, μειράκιον, μεῖζον τῆς μητρὸς ἔχων τὸ φύσημα; καὶ Βίων δ’ ὁ Βορυσθενίτης φιλόσοφος ἑταίρας ἦν υἱὸς Ὀλυμπίας Λακαίνης, ὣς φησι Νικίας ὁ Νικαιεὺς ἐν ταῖς τῶν φιλοσόφων Διαδοχαῖς. Σοφοκλῆς δ’ ὁ τραγῳδιοποιὸς ἤδη γέρων ὢν ἠράσθη Θεωρίδος τῆς ἑταίρας. ἱκετεύων οὖν τὴν Ἀφροδίτην φησίν κλῦθί μευ εὐχομένου, Κουροτρόφε· δὸς δὲ γυναῖκα τήνδε νέων μὲν ἀναίνεσθαι φιλότητα καὶ εὐνήν, ἡ δ’ ἐπιτερπέσθω πολιοκροτάφοισι γέρουσιν, ὧν ἰσχὺς μὲν ἀπήμβλυνται, θυμὸς δὲ μενοινᾷ. ταῦτα μέν ἐστιν ἐκ τῶν εἰς Ὅμηρον ἀναφερομένων. τῆς δὲ Θεωρίδος μνημονεύει λέγων ἔν τινι στασίμῳ οὕτως· · φίλη γὰρ ἡ Θεωρίς. ἐπὶ δὲ δυσμαῖς ὢν τοῦ βίου, ὥς φησιν Ἡγήσανδρος, Ἀρχίππην ἠγάπησεν τὴν ἑταίραν καὶ τοῦ βίου κληρονόμον κατέλιπεν. ὅτι δὲ γηραιῷ ὄντι τῷ Σοφοκλεῖ συνῆν ἡ Ἀρχίππη, ὁ πρότερος αὐτῆς ἐραστὴς Σμικρίνης ἐρωτώμενος ὑπό τινος τί πράττει Ἀρχίππη χαριέντως ἔφη· ὥσπερ αἱ γλαῦκες ἐπὶ τάφων κάθηται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme