Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 13

72 ἐν τούτοις ὁ Ἑρμησιάναξ σφάλλεται συγχρονεῖν οἰόμενος Σαπφὼ καὶ Ἀνακρέοντα, τὸν μὲν κατὰ Κῦρον καὶ Πολυκράτην γενόμενον, τὴν δὲ κατ’ Ἀλυάττην τὸν Κροίσου πατέρα. χαμαιλέων δ’ ἐν τῷ περὶ Σαπφοῦς καὶ λέγειν τινάς φησιν εἰς αὐτὴν πεποιῆσθαι ὑπὸ Ἀνακρέοντος τάδε· σφαίρῃ δεῦτέ με πορφυρέῃ βάλλων χρυσοκόμης Ἔρως νήνι ποικιλοσαμβάλῳ συμπαίζειν προκαλεῖται, ἡ δ᾽, ἐστὶν γὰρ ἀπ’ εὐκτίτου Λέσβου, τὴν μὲν ἐμὴν κόμην, λευκὴ γάρ, καταμέμφεται, πρὸς δ’ ἄλλην τινὰ χάσκει. καὶ τὴν Σαπφὼ δὲ πρὸς αὐτὸν ταῦτά φησιν εἰπεῖν κεῖνον, ὦ χρυσόθρονε Μοῦσ᾽, ἔνισπες ὕμνον, ἐκ τᾶς καλλιγύναικος ἐσθλᾶς Τήιος χώρας ὃν ἄειδε τερπνῶς πρέσβυς ἀγαυός. ὅτι δὲ οὔκ ἐστι Σαπφοῦς τοῦτο τὸ ᾆσμα παντί που δῆλον. ἐγὼ δὲ ἡγοῦμαι παίζειν τὸν Ἑρμησιάνακτα περὶ τούτου τοῦ ἔρωτος, καὶ γὰρ Δίφιλος ὁ κωμῳδιοποιὸς πεποίηκεν ἐν Σαπφοῖ δράματι Σαπφοῦς ἐραστὰς Ἀρχίλοχον καὶ Ἱππώνακτα. ταῦθ’ ὑμῖν, ὦ ἑταῖροι, οὐκ ἀμερίμνως δοκῶ τὸν ἐρωτικὸν τοῦτον πεποιῆσθαι κατάλογον, οὐκ ὢν οὕτως ἐρωτομανὴς ὡς διαβάλλων μ’ εἴρηκεν ὁ Κύνουλκος, ἀλλ’ ἐρωτικὸς μὲν εἶναι ὁμολογῶ, ἐρωτομανὴς δὲ οὔ. τίς δ’ ἔστ’ ἀνάγκη δυστυχεῖν ἐν πλείοσιν, ἐξὸν σιωπᾶν κἀν σκότῳ κρύπτειν τάδε; Αἰσχύλος ἔφη ὁ Ἀλεξανδρεὺς ἐν Ἀμφιτρύωνι. οὗτος δέ ἐστιν Αἰσχύλος ὁ καὶ τὰ Μεσσηνιακὰ ἔπη συνθείς, ἀνὴρ εὐπαίδευτος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme