Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 13

73 ὑπολαμβάνων οὖν μέγαν εἶναι δαίμονα καὶ δυνατώτατον τὸν Ἔρωτα, προσέτι τε καὶ τὴν Ἀφροδίτην τὴν χρυσῆν, τὰ Εὐριπίδου ἐπὶ νοῦν λαμβάνων λέγω· τὴν Ἀφροδίτην οὐχ ὁρᾷς ὅση θεός; ἣν οὐδ’ ἂν εἴποις οὐδὲ μετρήσειας ἂν ὅση πέφυκε κἀφ’ ὅσον διέρχεται. αὕτη τρέφει σὲ κἀμὲ καὶ πάντας βροτούς. τεκμήριον δέ μὴ λόγῳ μόνον μάθῃς, ἔργῳ δὲ δείξω τὸ σθένος τὸ τῆς θεοῦ ἐρᾷ μὲν ὄμβρου γαῖ᾽, ὅταν ξηρὸν πέδον ἄκαρπον αὐχμῷ νοτίδος ἐνδεῶς ἔχῃ. ἐρᾷ δ’ ὁ σεμνὸς οὐρανὸς πληρούμενος ὄμβρου πεσεῖν εἰς γαῖαν Ἀφροδίτης ὕπο. ὅταν δὲ συμμιχθῆτον ἐς ταὐτὸν δύο, φύουσιν ἡμῖν πάντα καὶ τρέφουσ’ ἅμα, δι’ ὧν βρότειον ζῇ τε καὶ θάλλει γένος. καὶ ὁ σεμνότατος δ’ Αἰσχύλος ἐν ταῖς Δαναίσιν αὐτὴν παράγει τὴν Ἀφροδίτην λέγουσαν· ἐρᾷ μὲν ἁγνὸς οὐρανὸς τρῶσαι χθόνα, ἔρως δὲ γαῖαν λαμβάνει γάμου τυχεῖν· ὄμβρος δ’ ἀπ’ εὐνάοντος οὐρανοῦ πεσὼν ἔκυσε γαῖαν· ἡ δὲ τίκτεται βροτοῖς μήλων τε βοσκὰς καὶ βίον Δημήτριον δενδρῶτις ὥρα δ’ ἐκ νοτίζοντος γάμου ι- τέλειος ἐστί. τῶν δ’ ἐγὼ παραίτιος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme