Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 13

7 τοιαῦτα πολλὰ τοῦ Λαρηνσίου λέγοντος ὁ Λεωνίδης ψέγων τὸ τῆς γαμετῆς ὄνομα τὰ ἐκ τῶν Μάντεων ᾽ Ἀλέξιδος προηνέγκατο ταυτὶ τῶν ἐπῶν ὦ δυστυχεῖς ἡμεῖς γαμέται πεπρακότες τὴν τοῦ βίου παρρησίαν καὶ τὴν τρυφήν, γυναιξὶ δοῦλοι ζῶμεν ἀντ’ ἐλευθέρων. ἔπειτ’ ἔχειν προῖκ᾽, οὐχὶ τιμὴν πάσχομεν; πικράν γε καὶ μεστὴν γυναικείας χολῆς, ἡ τῶν γὰρ ἀνδρῶν ἐστι πρὸς ἐκείνην μέλι. οἱ μέν γε συγγνώμην ἔχουσ’ ἀδικούμενοι, αὗται δ’ ἀδικοῦσαι καὶ προσεγκαλοῦσ’ ἔτι ὧν οὐκ ἐχρῆν ἄρχουσιν, ὧν δ’ ἄρχειν ἐχρῆν ἀμελοῦσιν, ἐπιορκοῦσιν, οὐδὲ ἓν κακὸν ἔχουσι καὶ κάμνειν λέγουσ’ ἑκάστοτε. Ξέναρχος δ’ ἐν Ὕπνῳ φησὶν εἶτ’ εἰσὶν οἱ τέττιγες οὐκ εὐδαίμονες, ὧν ταῖς γυναιξὶν οὐδ’ ὁτιοῦν φωνῆς ἔνι; Φιλέταιρος Κορινθιαστῇ· ὡς τακερόν, ὦ Ζεῦ, καὶ μαλακὸν τὸ βλέμμ’ ἔχει, οὐκ ἐτὸς Ἑταίρας ἱερόν ἐστι πανταχοῦ, ἀλλ’ οὐχὶ γαμετῆς οὐδαμοῦ τῆς Ἑλλάδος. Ἄμφις δ’ ἐν Ἀθάμαντι· εἶτ’ οὐ γυναικός ἐστιν εὐνοικώτερον γαμετῆς ἑταίρα; πολύ γε καὶ μάλ’ εἰκότως. ἡ μὲν νόμῳ γὰρ καταφρονοῦσ’ ἔνδον μένει, ἡ δ’ οἶδεν ὅτι ἢ τοῖς τρόποις ὠνητέος ἄνθρωπός ἐστιν ἢ πρὸς ἄλλον ἀπιτέον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme