Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 13

91 τοσαῦτα τοῦ Μυρτίλου ἑξῆς καταλέξαντος καὶ πάντων αὐτὸν ἐπὶ τῇ μνήμῃ θαυμασάντων ὁ Κύνουλκος ἔφη· ‘πουλυμαθημοσύνης, τῆς οὐ κενεώτερον οὐδέν, Ἵππων ἔφη ὁ ἄθεος (Bergk PL II 259). ἀλλὰ καὶ Ἡράκλειτος ὁ θεῖός φησι (fr. 16 Byw)· ‘πουλυμαθίη νόον ἔχειν οὐ διδάσκει.’ καὶ ὁ Τίμων δὲ ἔφη (fr. 65 W)· ἐν δὲ πλατυσμὸς πουλυμαθημοσύνης, τῆς οὐ κενεώτερον ἄλλο. τί γὰρ ὄφελος τῶν τοσούτων ὀνομάτων, ὦ γραμματικέ, πάντων ἐπιτρῖψαι μᾶλλον ἢ σωφρονίσαι δυναμένων τοὺς ἀκούοντας. καὶ ἐὰν μέν τίς σου πύθηται τίνες ἦσαν οἱ εἰς τὸν δούρειον ἵππον ἐγκατακλεισθέντες, ἑνὸς καὶ δευτέρου ἴσως ἐρεῖς ὄνομα· καὶ οὐδὲ ταῦτ’ ἐκ τῶν Στησιχόρου, σχολῇ γάρ, ἀλλ’ ἐκ τῆς Ἀγία τοῦ Ἀργείου Ἰλίου Πέρσιδος· οὗτος γὰρ παμπόλλους τινὰς κατέλεξεν. ἀλλὰ μὴν οὐδὲ τῶν Ὀδυσσέως ἑταίρων ἔχοις ἂν οὕτως εὐρύθμως καταλέξαι τὰς προσηγορίας καὶ τίνες οἱ ὑπὸ τοῦ Κύκλωπος αὐτῶν καταβρωθέντες ἢ ὑπὸ τῶν Λαιστρυγόνων καὶ εἰ ὄντως κατεβρώθησαν· ὅστις οὖν οὐδὲ τοῦτ’ οἶδας, καίτοι συνεχῶς Φυλάρχου μνήμην ποιούμενος (FHG I 346) ὅτι ἐν ταῖς Κείων πόλεσιν οὔτε ἑταίρας οὔτε αὐλητρίδας ἰδεῖν ἔστι.’

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme