Book 13
94
ἀλλ’ ὅ γε Λυσίας ἐν τῷ ἐπιγραφομένῳ λόγῳ οὑτωσὶ ‘πρὸς Αἰσχίνην τὸν Σωκρατικὸν χρέως’ — ἀπομνημονεύσω δ’ ἐγώ, εἰ καὶ πολλά ἐστι τὰ λεχθέντα, διὰ τὸν βρένθον ὑμῶν τὸν πολύν, ὦ φιλόσοφοι· ἄρχεται δ’ οὕτως ὁ ῥήτωρ (fr. 1 Tur)· ‘οὐκ ἄν ποτ’ ᾠήθην, ὦ ἄνδρες δικασταί, Αἰσχίνην τολμῆσαι οὕτως αἰσχρὰν δίκην δικάσασθαι, νομίζω δ’ οὐκ ἂν ῥᾳδίως αὐτὸν ἑτέραν ταύτης συκοφαντωδεστέραν ἐξευρεῖν. οὗτος γάρ, ὦ ἄνδρες δικασταί, ὀφείλων ἀργύριον ἐπὶ τρισὶ δραχμαῖς Σωσινόμῳ τῷ τραπεζίτῃ καὶ Ἀριστογείτονι προσελθὼν πρὸς ἐμὲ ἐδεῖτο μὴ περιιδεῖν αὐτὸν διὰ τοὺς τόκους ἐκ τῶν ὄντων ἐκπεσόντα. ‘κατασκευάζομαι δ᾽, ἔφη, τέχνην μυρεψικήν· ἀφορμῆς δὲ δέομαι, καὶ οἴσω δέ σοι ἐννέ’ ὀβολοὺς τῆς μνᾶς τόκους." καλόν γε τὸ τέλος τῆς εὐδαιμονίας τῷ φιλοσόφῳ ἡ μυρεψικὴ τέχνη ἀκόλουθός τε τῇ Σωκράτους φιλοσοφίᾳ, ἀνδρὸς τοῦ καὶ τὴν τοιαύτην χρῆσιν τῶν μύρων ἀποδοκιμάσαντος (Xen. conv. 2, 3), Σόλωνος δὲ τοῦ νομοθέτου οὐδ’ ἐπιτρέποντος ἀνδρὶ τοιαύτης προίστασθαι τέχνης· διὸ καὶ Φερεκράτης ἐν Ἰπνῷ ἢ Παννυχίδι φησίν (I 162 K)· κᾆτα μυροπωλεῖν τί παθόντ’ ἄνδρ’ ἐχρῆν καθήμενον ὑψηλῶς ὑπὸ σκιαδείῳ, κατεσκευασμένον συνέδριον τοῖς μειρακίοις ἐλλαλεῖν δι’ ἡμέρας; εἶθ’ ἑξῆς φησιν· αὐτίκ’ οὐδεὶς οὔτε μαγείραιναν εἶδε πώποτε οὔτε μὴν οὐδ’ ἰχθυοπώλαιναν. ἑκάστῳ γὰρ γένει ἁρμόζοντα δεῖν εἶναι καὶ τὰ τῆς τέχνης. ἑξῆς δὲ τούτοις ὁ ῥήτωρ τάδε λέγει. ‘πεισθεὶς δ᾽ ὑπ’ αὐτοῦ τοιαῦτα λέγοντος καὶ ἅμα οἰόμενος τοῦτον Αἰσχίνην Σωκράτους γεγονότα μαθητὴν καὶ περὶ δικαιοσύνης καὶ ἀρετῆς πολλοὺς καὶ σεμνοὺς λέγοντα λόγους οὐκ ἄν ποτε ἐπιχειρῆσαι οὐδὲ τολμῆσαι ἅπερ οἱ πονηρότατοι καὶ ἀδικώτατοι ἄνθρωποι ἐπιχειροῦσι πράττειν ...’