Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 14

2 ‘ἐπεὶ δὲ ἑκάστης ἡμέρας μετὰ τοὺς παρ’ ἡμῶν καινοὺς αἰεὶ λεγομένους λόγους καὶ ἀκροάματα ἑκάστοτε διάφορα ἐπεισάγει ὁ λαμπρὸς ἡμῶν ἑστιάτωρ Λαρήνσιος ἔτι τε καὶ γελωτοποιούς, φέρε λέγωμέν τι καὶ ἡμεῖς περὶ τούτων. καίτοι γε οἶδα καὶ Ἀνάχαρσιν τὸν Σκύθην ἐν συμποσίῳ γελωτοποιῶν εἰσαχθέντων ἀγέλαστον διαμείναντα, πιθήκου δ’ ἐπεισαχθέντος γελάσαντα φάναι, ὡς οὗτος μὲν φύσει γελοῖός ἐστιν, ὁ δ’ ἄνθρωπος ἐπιτηδεύσει. καὶ Εὐριπίδης δὲ ἐν τῇ Δεσμώτιδι Μελανίππῃ ἔφη (fr. 492 N)· ἀνδρῶν δὲ πολλοὶ τοῦ γέλωτος εἵνεκα ἀσκοῦσι χάριτας κερτόμους. ἐγὼ δέ πως μισῶ γελοίους, οἵτινες τήτῃ σοφῶν ἀχάλιν’ ἔχουσι στόματα· κἀς ἀνδρῶν μὲν οὐ τελοῦσιν ἀριθμόν, ἐν γέλωτι δ’ εὐπρεπεῖς οἰκοῦσιν οἴκους καὶ τὰ ναυστολούμενα ἔσω δόμων σῴζουσι. ‘Παρμενίσκος δὲ ὁ Μεταποντῖνος, ὥς φησιν Σῆμος ἐν εʹ Δηλιάδος (FHG IV 493), καὶ γένει καὶ πλούτῳ πρωτεύων εἰς Τροφωνίου καταβὰς καὶ ἀνελθὼν οὐκ ἔτι γελᾶν ἐδύνατο. καὶ χρηστηριαζομένῳ περὶ τούτου ἡ Πυθία ἔφη· εἴρῃ μ’ ἀμφὶ γέλωτος, ἀμείλιχε, μειλιχίοιο· δώσει σοι μήτηρ οἴκοι· τὴν ἔξοχα τῖε. ἐλπίζων δ’ ἂν ἐπανέλθῃ εἰς τὴν πατρίδα γελάσειν, ὡς οὐδὲν ἦν πλέον, οἰόμενος ἐξηπατῆσθαι ἔρχεταί ποτε κατὰ τύχην εἰς Δῆλον· καὶ πάντα τὰ κατὰ τὴν νῆσον θαυμάζων ἦλθεν καὶ εἰς τὸ Λητῷον, νομίζων τῆς Ἀπόλλωνος μητρὸς ἄγαλμα τι θεωρήσειν ἀξιόλογον· ἰδὼν δ’ αὐτὸ ξύλον ὂν ἄμορφον παραδόξως ἐγέλασεν. καὶ τὸν τοῦ θεοῦ χρησμὸν συμβάλλων καὶ τῆς ἀρρωστίας ἀπαλλαγεὶς μεγαλωστὶ τὴν θεὸν ἐτίμησεν.’

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme