Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 14

26 Ἀμφίων δ’ ὁ Θεσπιεὺς ἐν δευτέρῳ περὶ τοῦ ἐν Ἑλικῶνι Μουσείου ἄγεσθαί φησιν ἐν Ἑλικῶνι παίδων ὀρχήσεις μετὰ σπουδῆς, παρατιθέμενος ἀρχαῖον Ἐπίγραμμα τόδε· ἀμφότερ᾽, ὠρχεύμην τε καὶ ἐν Μώσαις ἐδίδασκον ἄνδρας· ὁ δ’ αὐλητὰς ἦν Ἄνακος Φιαλεύς. εἰμὶ δὲ Βακχιάδας Σικυώνιος. ἦ ῥα θεοῖσι ταῖς Σικυῶνι καλὸν τοῦτ’ ἀπέκειτο γέρας. οὐ κακῶς δὲ καὶ Καφισίας ὁ αὐλητής, ἐπιβαλλομένου τινὸς τῶν μαθητῶν αὐλεῖν μέγα καὶ τοῦτο μελετῶντος, πατάξας εἶπεν οὐκ ἐν τῷ μεγάλῳ τὸ εὖ κείμενον εἶναι, ἀλλὰ ἐν τῷ εὖ τὸ μέγα. ἐστὶ δὲ καὶ τὰ τῶν ἀρχαίων δημιουργῶν ἀγάλματα τῆς παλαιᾶς ὀρχήσεως λείψανα· διὸ καὶ συνέστη τὰ κατὰ τὴν χειρονομίαν ἐπιμελεστέρως διὰ ταύτην τὴν αἰτίαν. ἐζήτουν γὰρ κἀν ταύτῃ κινήσεις καλὰς καὶ ἐλευθερίους, ἐν τῷ εὖ τὸ μέγα περιλαμβάνοντες· καὶ τὰ σχήματα μετέφερον ἐντεῦθεν εἰς τοὺς χορούς, ἐκ δὲ τῶν χορῶν εἰς τὰς παλαίστρας, καὶ γὰρ ἐν τῇ μουσικῇ κἀν τῇ τῶν σωμάτων ἐπιμελείᾳ περιεποιοῦντο τὴν ἀνδρείαν καὶ πρὸς τὰς ἐν τοῖς ὅπλοις κινήσεις ἐγυμνάζοντο μετὰ ᾠδῆς· ὅθεν ἐκινήθησαν αἱ καλούμεναι πυρρίχαι καὶ πᾶς ὁ τοιοῦτος τρόπος τῆς ὀρχήσεως· πολλαὶ γὰρ αἱ ὀνομασίαι αὐτῶν, ὡς παρὰ Κρησὶν ὀρσίτης καὶ ἐπικρήδιος. τὴν δ’ ἀπόκινον καλουμένην ὄρχησιν, ἧς μνημονεύει Κρατῖνος ἐν Νεμέσει καὶ Κηφισόδωρος ἐν Ἀμαζόσιν ᾽ι Ἀριστοφάνης τ’ ἐν Κενταύρῳ καὶ ἄλλοι πλείονες, ὕστερον μακτρισμὸν ὠνόμασαν· ἣν καὶ πολλαὶ γυναῖκες ὠρχοῦντο, ἃς καὶ μακτριστρίας ὀνομαζομένας οἶδα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme