Book 14
33
διετήρησαν δὲ μάλιστα τῶν Ἑλλήνων Λακεδαιμόνιοι τὴν μουσικήν, πλείστῃ αὐτῇ χρώμενοι, καὶ συχνοὶ παρ’ αὐτοῖς ἐγένοντο μελῶν ποιηταί. τηροῦσιν δὲ καὶ νῦν τὰς ἀρχαίας ᾠδὰς ἐπιμελῶς πολυμαθεῖς τε εἰς ταύτας εἰσὶ καὶ ἀκριβεῖς. ὅθεν καὶ Πρατίνας φησί (fr. 2 B4)· Λάκων ὁ τέττιξ εὔτυκος εἰς χορόν. [διὸ καὶ οἱ ποιηταὶ διετέλουν προσαγορεύοντες οὕτως τὰς ᾠδάς (fr. ad. 80 B) ‘γλυκυτάτων πρύτανιν ὕμνων’ καὶ (fr. ad. 81) ‘μέλεα μελιπτέρωτα Μουσᾶν.’] ἀπὸ γὰρ τῆς τοῦ βίου σωφροσύνης καὶ αὐστηρίας μετέβαινον ἀσμένως ἐπὶ τὴν μουσικήν, ἐχούσης τὸ κηλητικὸν τῆς ἐπιστήμης. εἰκότως οὖν ἐγίνετο χαίρειν τοὺς ἀκροωμένους. ἐκάλουν δὲ καὶ χορηγούς, ὥς φησιν ὁ Βυζάντιος Δημήτριος ἐν τετάρτῳ περὶ Ποιημάτων, οὐχ ὥσπερ νῦν τοὺς μισθουμένους τοὺς χορούς, ἀλλὰ τοὺς καθηγουμένους τοῦ χοροῦ, καθάπερ αὐτὸ τοὔνομα σημαίνει.
33
καὶ τὸ χρηστομουσεῖν καὶ μὴ παραβαίνειν τοὺς ἀρχαίους τῆς μουσικῆς νόμους.