Book 14
43
ὁ δὲ τοὺς εἰς Χιωνίδην ἀναφερομένους ποιήσας Πτωχοὺς Γνησίππου τινὸς μνημονεύει παιγνιαγράφου τῆς ἱλαρᾶς μούσης, λέγων οὕτως· ταῦτ’ οὐ μὰ Δία Γνήσιππος οὐδὲ Κλεομένης ἐν ἐννέ’ ἂν χορδαῖς κατεγλυκάνατο. καὶ ὁ τοὺς Εἵλωτας δὲ πεποιηκώς φησιν τὰ Στησιχόρου τε καὶ Ἀλκμᾶνος Σιμωνίδου τε ἀρχαῖον ἀείδειν. ὁ δὲ Γνήσιππος ἔστ’ ἀκούειν, ὃς νυκτερίν’ εὗρε μοιχοῖς ἀείσματ’ ἐκκαλεῖσθαι γυναῖκας ἔχοντας ἰαμβύκην τε καὶ τρίγωνον. Κρατῖνος ἐν Μαλθακοῖς· τίς ἄρ’ ἐρῶντά μ’ οἶδεν ὦ Γνήσιππέ πω; πολλῇ χολη. οἴομαι ᾽γὼ μηδὲν οὕτως μωρὸν εἶναι καὶ κενόν. σκώπτει δ’ αὐτὸν εἰς τὰ ποιήματα καὶ ἐν Βουκόλοις· ὃς οὐκ ἔδωκ’ αἰτοῦντι Σοφοκλέει χορόν, τῷ Κλεομάχου δ᾽, ὃν οὐκ ἂν ἠξίουν ἐγὼ ἐμοὶ διδάσκειν οὐδ’ ἂν εἰς Ἀδώνια. ἐν δὲ ταῖς ῝ ταῖς · ἴτω δὲ καὶ τραγῳδίας ὁ Κλεομάχου διδάσκαλος μετ’ αὐτόν, ὁ παρατιλτριῶν ἔχων χορὸν λυδιστὶ τιλλουσῶν μέλη πονηρά. Τηλεκλείδης δὲ ἐν τοῖς Στερροῖς καὶ περὶ μοιχείας ἀναστρέφεσθαί φησιν αὐτόν. Κλέαρχος δὲ ἐν δευτέρῳ Ἐρωτικῶν τὰ ἐρωτικά φησιν ᾄσματα καὶ τὰ Λοκρικὰ καλούμενα οὐδὲν τῶν Σαπφοῦς καὶ Ἀνακρέοντος διαφέρειν. ἔτι δὲ τὰ Ἀρχιλόχου καὶ τῶν Ὁμήρου Ἐπικιχλίδων τὰ πολλὰ διὰ τῆς ἐμμέτρου ποιήσεως τούτων ἔχεταί τινος τῶν παθῶν, ἀλλὰ καὶ τὰ Ἀσωποδώρου περὶ τὸν Ἔρωτα καὶ πᾶν τὸ τῶν ἐρωτικῶν ἐπιστολῶν γένος ἐρωτικῆς τινος διὰ λόγου ποιήσεώς ἐστιν.