Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 14

48 ὅτι γὰρ ἦσαν καὶ παρὰ τοῖς ἀρχαίοις αἱ δεύτεραι τράπεζαι πολυτελῶς μεμεριμνημέναι, παρίστησιν Πίνδαρος ἐν Ὀλυμπιονίκαις περὶ τῆς Πέλοπος κρεουργίας διηγούμενος· τραπέζαισι δ’ ἀμφὶ δεύτερα, ὁ κρεῶν σέθεν διεδάσαντο καὶ φάγον. ἐμοὶ δ’ ἄπορα γαστρίμαργον μακάρων τιν’ εἰπεῖν. οἱ δὲ παλαιότεροι ἁπλῶς τραπέζας ἔλεγον, ὡς Ἀχαιὸς ἐν Ἡφαίστῳ σατυρικῷ· θοίνῃ σε πρῶτον τέρψομεν· πάρεστι δέ. β. τὸ δεύτερον δὲ τῷ με κηλήσεις τρόπῳ; α. μύρῳ σε χρίσω πάμπαν εὐόσμῳ δέμας. β. ὕδωρ δὲ νῖψαι χεῖρας οὐ πρόσθεν δίδως; α. ἡνίκα τράπεζά γ’ ἐκποδὼν ἀπαίρεται. Ἀριστοφάνης Σφηξίν· ὕδωρ κατὰ χειρός· τὰς τραπέζας εἰσφέρειν. Ἀριστοτέλης δ’ ἐν τῷ περὶ Μέθης παραπλησίως ἡμῖν δευτέρας τραπέζας προσαγορεύει διὰ τούτων τὸ μὲν οὖν ὅλον διαφέρειν τράγημα βρώματος νομιστέον ὅσον ἔδεσμα τρωγαλίου. τοῦτο γὰρ πάτριον τοὔνομα τοῖς Ἕλλησιν, ἐπεὶ ἐν τραγήμασι τὰ βρώματα παρατίθενται. διόπερ οὐ κακῶς ἔοικεν εἰπεῖν ὁ πρῶτος δευτέραν προσαγορεύσας τράπεζαν ὄντως γὰρ ἐπιδορπισμός τις ὁ τραγηματισμός ἐστι καὶ δεῖπνον ἕτερον παρατίθεται τὰ τραγήματα. Δικαίαρχος δ’ ἐν πρώτῳ τῆς εἰς Τροφωνίου Καταβάσεώς φησιν οὕτως· ἥ γε τὴν πολλὴν δαπάνην ἐν τοῖς δείπνοις παρέχουσα δευτέρα τράπεζα προσεγένετο, καὶ στέφανοι καὶ μύρα καὶ θυμιάματα καὶ τὰ τούτοις ἀκόλουθα πάντα

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme