Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 14

51 πλακούντων δὲ ὀνόματα πολλῶν καταλεξάντων, ὅσων μέμνημαι τούτων σοι καὶ μεταδώσω, οἶδα δὲ καὶ Καλλίμαχον ἐν τῷ τῶν παντοδαπῶν συγγραμμάτων Πίνακι ἀναγράψαντα πλακουντοποιικὰ συγγράμματα Αἰγιμίου καὶ Ἡγησίππου καὶ Μητροβίου, ἔτι δὲ Φαίστου. ἡμεῖς δὲ ἃ μετεγράψαμεν ὀνόματα πλακούντων τούτων σοι καὶ μεταδώσομεν, οὐχ ὡς τοῦ ὑπ’ Ἀλκιβιάδου πεμφθέντος Σωκράτει ὃν Ξανθίππης καταπατησάσης, γελάσας ὁ Σωκράτης οὐκοῦν, ἔφη, οὐδὲ σὺ μεθέξεις τούτου. τοῦτο δὲ ἱστόρησεν Ἀντίπατρος ἐν τῷ πρώτῳ περὶ Ὀργῆς. ἐγὼ δὲ φιλοπλάκουντος ὢν οὐκ ἂν περιεῖδον τὸν θεῖον ἐκεῖνον ἐξυβριζόμενον πλακοῦντα. μνημονεύων οὖν ὁ κωμικὸς Πλάτων εἴρηκεν ἐν τῷ Ποιητῇ οὕτως μόνος δ’ ἄγευστος, ἄσπλαγχνος ἐνιαυτίζομαι, ἀπλάκουντος, ἀλιβάνωτος. ἀλλὰ μὴν οὐδὲ τῆς κώμης ἀμνήμων εἰμὶ ἣν Πλακοῦντά φησι καλεῖσθαι Δημήτριος ὁ Σκήψιος ἐν δωδεκάτῳ Τρωικοῦ Διακόσμου, τῶν Ὑποπλακίων Θηβῶν φάσκων αὐτὴν ἀπέχειν σταδίους ἕξ. περισπαστέον δὲ λέγοντας πλακοῦς τὴν ὀνομαστικὴν συνῄρηται γὰρ ἐκ τοῦ πλακόεις, ὡς τυρόεις τυροῦς, σησαμόεις σησαμοῦς. εἴρηται δὲ κατ’ ἔλλειψιν τοῦ ἄρτος. ὅτι δὲ καλοὺς πλακοῦντας ἐν Παρίῳ τοῦ ʽ Ἑλλησπόντου φαγεῖν ἔστιν οἱ ἐπιδημήσαντες μαρτυρήσουσιν. Ἄλεξις γὰρ πεπλάνηται λέγων τοὺς ἐκ Πάρου· λέγει δὲ οὕτως ἐν τῷ ἐπιγραφομένῳ Ἀρχιλόχῳ· ὦ τὴν εὐτυχῆ ναίων Πάρον, ὄλβιε πρέσβυ, ἣ κάλλιστα φέρει χώρα δύο τῶν συναπασῶν, κόσμον μὲν μακάρεσσι λίθον, θνητοῖς δὲ πλακοῦντας. ὅτι δὲ καὶ οἱ Σάμιοι διαφέροντές εἰσι πλακοῦντες Σώπατρος ὁ φλυακογράφος φησὶν ἐν Βακχίδος Μνηστῆρσιν πλακουντοποιὸν ὠνομασμένην Σάμον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme