Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 14

52 ΕΓΧΥΤΩΝ δὲ πλακούντων μνημονεύει Μένανδρος μὲν ἐν Ψευδηρακλεῖ (III 148 K)· οὐκ ἔστι κανδύλους ποιεῖν οὐδ’ οἷα σὺ εἴωθας εἰς ταὐτὸν καρυκεύειν, μέλι, σεμίδαλιν, ᾠά· πάντα γὰρ τἀναντία νῦν ἐστιν· ὁ μάγειρος γὰρ ἐγχύτους ποιεῖ, πλακοῦντας ὀπτᾷ, χόνδρον ἕψει καὶ φέρει μετὰ τὸ τάριχος, εἶτα θρῖον καὶ βότρυς· ἡ δημιουργὸς δ’ ἀντιπαρατεταγμένη κρεᾴδι’ ὀπτᾷ καὶ κίχλας. Εὐάγγελος δὲ Ἀνακαλυπτομένῃ (ib. 376)· τέτταρας .... τραπέζας τῶν γυναικῶν εἶπά σοι, ἓξ δὲ τῶν ἀνδρῶν· τὸ δὲ δεῖπνον ἐντελὲς καὶ μηδὲ ἓν ἐλλιπές. λαμπροὺς γενέσθαι βουλόμεσθα τοὺς γάμους. οὐ παρ’ ἑτέρου δεῖ πυθέσθαι· πάντα δ’ αὐτόπτης ἐρῶ. τῶν μὲν ἐλαῶν ἄφελε πάνθ’ ὅσ’ ἂν βούλῃ γένη. εἰς δὲ τὰ κρέα μόσχον ἔλαβες, δέλφακας, χοίρους, λαγώς· Α. ὡς ἀλαζὼν ὁ κατάρατος. Β. θρῖα, τυρόν, ἐγχύτους. Α. παῖ Δρόμων. Β. κάνδυλον ᾠά τ᾽, ἀμύλιον .... τὸ πέρας, ὕψος τῆς τραπέζης πήχεων ἔσται τριῶν, ὥστε τὸν δειπνοῦντ’ ἐπαίρειν, ἄν τι βούληται λαβεῖν. ΑΜΗΣ πλακοῦντος γένος. Ἀντιφάνης (II 130 K)· ἄμητες, ἄμυλοι. Μένανδρος ἐν Ὑποβολιμαίῳ (III 141 K)· τὸν ἄμητα, Χαίριππ᾽, οὐκ ἐᾷς πέττειν τινά. Ἴωνες δέ, ὥς φησι Σιληνὸς ἐν ταῖς Γλώσσαις, ἄμην αὐτὸν καλοῦσιν, καὶ τοὺς μικροὺς ἀμητίσκους Τηλεκλείδης (I 209, 1 v. 12 K)· αὐτόμαται δὲ κίχλαι μετ’ ἀμητίσκων εἰς τὸν φάρυγ᾽ εἰσεπέτοντο.
53 ΔΙΑΚΟΝΙΟΝ. Φερεκράτης (I 194 K)· ὑπὸ τῆς ἀπληστίας διακόνιον ἐπήσθι᾽, ἀμφιφῶντ’ ἔχων. ΑΜΦΙΦΩΝ πλακοῦς Ἀρτέμιδι ἀνακείμενος, ἔχει δ’ ἐν κύκλῳ καόμενα δᾴδια. Φιλήμων ἐν Πτωχῇ ἢ Ῥοδίᾳ (II 495 K)· Ἄρτεμι, φίλη δέσποινα, τοῦτόν σοι φέρω, ὦ πότνι᾽, ἀμφιφῶντα καὶ σπονδήσιμα. μνημονεύει αὐτοῦ καὶ Δίφιλος ἐν Ἑκάτῃ (ib. 548). Φιλόχορος (FHG I 412) δ᾽ ἀμφιφῶντα αὐτὸν κληθῆναι καὶ εἰς τὰ τῆς Ἀρτέμιδος ἱερὰ φέρεσθαι ἔτι τε καὶ εἰς τὰς τριόδους, ἐπεὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐπικαταλαμβάνεται ἡ σελήνη ἐπὶ ταῖς δυσμαῖς ὑπὸ τῆς τοῦ ἡλίου ἀνατολῆς καὶ ὁ οὐρανὸς ἀμφιφῶς γίνεται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme