Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 14

53 στρεπτοὶ καὶ νεήλατα. τούτων μνημονεύει Δημοσθένης ὁ ῥήτωρ ἐν τῷ ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου.
53 ἐπίχυτόν. Νικοφῶν ἐν Χειρογάστορσιν ἐγὼ μὲν ἄρτους, μᾶζαν, ἀθάρην, ἄλφιτα, κόλλικας, ὀβελίαν, μελιτοῦτταν, ἐπιχύτους, πτισάνην, πλακοῦντας, δενδαλίδας, ταγηνίας Πάμφιλος δὲ τὸν ἀττανίτην καλούμενον ἐπίχυτόν φησι καλεῖσθαι. τοῦ δὲ ἀττανίτου Ἱππῶναξ ἐν τούτοις μνημονεύει· οὐκ ἀτταγᾶς τε καὶ λαγὼς καταβρύκων, οὐ τηγανίτας σησάμοισι φαρμάσσων, οὐδ’ ἀττανίτας κηρίοισιν ἐμβάπτων.
53 κρήιον πλακοῦς, ἄρτος, ὃν Ἀργεῖοι παρὰ τῆς νύμφης πρὸς τὸν νυμφίον φέρουσιν. ὀπτᾶται δ’ ἐν ἄνθραξιν, καὶ καλοῦνται ἐπ’ αὐτὸν οἱ φίλοι, παρατίθεται δὲ μετὰ μέλιτος, ὥς φησιν Φιλίτας ἐν Ἀτάκτοις.
53 γλυκίνας ὁ διὰ γλυκέος καὶ ἐλαίου πλακοῦς παρὰ Κρησίν, ὥς φησι Σέλευκος ἐν Γλώσσαις.
53 ἐμπέπτας , ὁ αὐτός φησι, πύρινος ἄρτος κοῖλος καὶ σύμμετρος, ὅμοιος ταῖς λεγομέναις κρηπῖσιν, εἰς ἃς ἐντίθενται τὰ διὰ τυροῦ σκευαζόμενα πλακούντια.
54 ἐγκρίδες πεμμάτιον ἑψόμενον ἐν ἐλαίῳ καὶ μετὰ τοῦτο μελιτούμενον, μνημονεύει αὐτῶν Στησίχορος διὰ τούτων χόνδρον τε καὶ ἐγκρίδας ἄλλα τε πέμματα καὶ μέλι χλωρόν. μνημονεύει αὐτῶν καὶ Ἐπίχαρμος καὶ ἐν τοῖς Ἐγχειρογάστορσι Νικοφῶν. Ἀριστοφάνης δ’ ἐν Δαναΐσιν καὶ πωλητὴν φησιν αὐτῶν εἶναι ἐν τούτοις· μήτ’ ἄρα μ᾽· εἶναι ἐγκριδοπώλην, Φερεκράτης δ’ ἐν Κραπατάλλοις· ταῦτ’ ἔχων ἐν ταῖς ὁδοῖς ἁρπαζέτω τὰς ἐγκρίδας.
54 ἐπικύκλιος. πλακοῦς τις παρὰ Συρακοσίοις οὕτως καλούμενος, καὶ μέμνηται αὐτοῦ Ἐπίχαρμος ἐν Γᾷ καὶ Θαλάσσᾳ.
54 γουρος ὅτι πλακοῦντος εἶδος ὁ Σόλων ἐν τοῖς Ἰάμβοις φησίν πίνουσι καὶ τρώγουσιν οἱ μὲν ἴτρια, οἱ δ’ ἄρτον αὐτῶν, οἱ δὲ συμμεμιγμένους γούρους φακοῖσι. κεῖθι δ’ οὔτε πεμμάτων ἄπεστιν οὐδὲν ἅσσα τ’ ἀνθρώποισι γῆ φέρει μέλαινα, πάντα δ’ ἀφθόνως πάρα.
54 Κριβάνας πλακοῦντάς τινας ὀνομαστικῶς Ἀπολλόδωρος παρ’ Ἀλκμᾶνι. ὁμοίως καὶ Σωσίβιος ἐν γ’ περὶ Ἀλκμᾶνος, τῷ σχήματι μαστοειδεῖς εἶναι φάσκων αὐτούς, χρῆσθαι δ’ αὐτοῖς Λάκωνας πρὸς τὰς τῶν γυναικῶν ἑστιάσεις, περιφέρειν τ’ αὐτοὺς ὅταν μέλλωσιν ᾄδειν τὸ παρεσκευασμένον ἐγκώμιον τῆς Παρθένου αἱ ἐν τῷ χορῷ ἀκόλουθοι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme