Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 14

53 ΒΑΣΥΝΙΑΣ. Σῆμος ἐν βʹ Δηλιάδος (ib. IV 493) ‘ἐν τῇ τῆς Ἑκάτης, φησίν, νήσῳ τῇ Ἴριδι θύουσι Δήλιοι τοὺς βασυνίας καλουμένους. ἐστὶν δὲ ἑφθὸν πύρινον, σταῖς σὺν μέλιτι καὶ τὰ καλούμενα κόκκωρα ἰσχὰς καὶ κάρυα τρία.’
53 ΣΤΡΕΠΤΟΙ καὶ ΝΕΗΛΑΤΑ. τούτων μνημονεύει Δημοσθένης ὁ ῥήτωρ ἐν τῷ ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου (260). ΕΠΙΧΥΤΩΝ Νικοφῶν ἐν Χειρογάστορσιν (I 778 K)· ἐγὼ μὲν ἄρτους, μᾶζαν, ἀθάρην, ἄλφιτα, κόλλικας, ὀβελίαν, μελιτοῦτταν, ἐπιχύτους, πτισάνην, πλακοῦντας, δενδαλίδας, ταγηνίας. Πάμφιλος δὲ τὸν ΑΤΤΑΝΙΤΗΝ καλούμενον ἐπίχυτόν φησι καλεῖσθαι. τοῦ δὲ ἀττανίτου Ἱππῶναξ ἐν τούτοις μνημονεύει (fr. 36 B4)· οὐκ ἀτταγᾶς τε καὶ λαγὼς καταβρύκων, οὐ τηγανίτας σησάμοισι φαρμάσσων, οὐδ’ ἀττανίτας κηρίοισιν ἐμβάπτων. ΚΗΡΙΟΝ πλακοῦς ἄρτος, ὃν Ἀργεῖοι παρὰ τῆς νύμφης πρὸς τὸν νυμφίον φέρουσιν. ‘ὀπτᾶται δ’ ἐν ἄνθραξιν, καὶ καλοῦνται ἐπ’ αὐτὸν οἱ φίλοι, παρατίθεται δὲ μετὰ μέλιτος’, ὥς φησιν Φιλητᾶς ἐν Ἀτάκτοις (fr. 47 B).
53 ΓΛΥΚΙΝΑΣ ὁ διὰ γλυκέος οἴνου καὶ ἐλαίου πλακοῦς παρὰ Κρησίν, ὥς φησι Σέλευκος ἐν Γλώσσαις.
53 ΕΜΠΕΠΤΑΣ, ὁ αὐτός φησι, πύρινος ἄρτος κοῖλος καὶ σύμμετρος, ὅμοιος ταῖς λεγομέναις κρηπῖσιν, εἰς ἃς ἐντίθεται τὰ διὰ τοῦ τυροῦ σκευαζόμενα πλακούντια.
54 ΕΓΚΡΙΔΕΣ πεμμάτιον ἑψόμενον ἐν ἐλαίῳ καὶ μετὰ τοῦτο μελιτούμενον. μνημονεύει αὐτῶν Στησίχορος διὰ τούτων (fr. 2 B)· χόνδρον τε καὶ ἐγκρίδας ἄλλα τε πέμματα καὶ μέλι χλωρόν. μνημονεύει αὐτῶν καὶ Ἐπίχαρμος (p. 231 L) καὶ ἐν τοῖς Ἐγχειρογάστορσι Νικοφῶν (I 779 K). Ἀριστοφάνης δ’ ἐν Δαναίσιν καὶ πωλητήν φησιν αὐτῶν εἶναι ἐν τούτοις (I 457 K)· μήτ’ αρμα εἶναι ἐγκριδοπώλην. Φερεκράτης δ’ ἐν Κραπατάλλοις (ib. 168)· ταῦτ’ ἔχων ἐν ταῖς ὁδοῖς ἁρπαζέτω τὰς ἐγκρίδας. ΕΠΙΚΥΚΛΙΟΣ πλακοῦς τις παρὰ Συρακοσίοις οὕτως καλούμενος. καὶ μέμνηται αὐτοῦ Ἐπίχαρμος ἐν Γᾷ καὶ Θαλάσσᾳ (p. 224 L).

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme