Book 14
54
ΓΟΥΡΟΣ ὅτι πλακοῦντος εἶδος ὁ Σόλων ἐν τοῖς Ἰάμβοις φησίν (fr. 38 B)· πίνουσι καὶ τρώγουσιν οἳ μὲν ἴτρια, οἳ δ’ ἄρτον αὐτῶν, οἳ δὲ συμμεμιγμένους γούρους φακοῖσι. κεῖθι δ’ οὔτε πεμμάτων ἄπεστιν οὐδ’ ἑνασσεν ἀνθρώποισι γῆ φέρει μέλαινα, πάντα δ’ ἀφθόνως πάρα. ΚΡΙΒΑΝΑΣ πλακοῦντάς τινας ὀνομαστικῶς Ἀπολλόδωρος παρ’ Ἀλκμᾶνι (fr. 20). ὁμοίως καὶ Σωσίβιος ἐν γʹ περὶ Ἀλκμᾶνος, τῷ σχήματι μαστοειδεῖς εἶναι φάσκων αὐτούς, χρῆσθαι δ’ αὐτοῖς Λάκωνας πρὸς τὰς τῶν γυναικῶν ἑστιάσεις, περιφέρειν τ’ αὐτούς, ὅταν μέλλωσιν ᾄδειν τὸ παρεσκευασμένον ἐγκώμιον τῆς Παρθένου αἱ ἐν τῷ χορῷ ἀκόλουθοι.
54
ΚΡΙΜΝΙΤΗΣ πλακοῦς ποιὸς διὰ κρίμνων γινόμενος, ὡς Ἰατροκλῆς ἐν τῷ περὶ Πλακούντων ἀναγράφει.
55
ΣΤΑΙΤΙΤΑΣ πλακοῦς ποιὸς ἐκ σταιτὸς καὶ μέλιτος. μνημονεύει Ἐπίχαρμος ἐν Ἥβας Γάμῳ (p. 231 L). σταῖς δ᾽ ἐστὶν ὑγρὸν εἰς τήγανον ὑποχεόμενον, μέλιτος ἐπιβαλλομένου καὶ σησάμης καὶ τυροῦ, ὡς Ἰατροκλῆς φησίν.
55
ΧΑΡΙΣΙΟΣ. τούτου μνημονεύει Ἀριστοφάνης ἐν Δαιταλεῦσιν (I 442 K)· ἐγὼ δ’ ἑλὼν πέμψω πλακοῦντ’ ἐς ἑσπέραν χαρίσιον. Εὔβουλος δ’ ἐν Ἀγκυλίωνι ὡς περὶ ἄρτου αὐτοῦ ὄντος οὑτωσὶ λέγει (II 165 K)· ἐξεπήδησ’ ἀρτίως πέττουσα τὸν χαρίσιον. ΕΠΙΔΑΙΤΡΟΝ πλακουντῶδες μάζιον ἐπὶ τῷ δείπνῳ ἐσθιόμενον, ὥς φησι Φιλήμων ἐν τῷ περὶ Ἀττικῶν Ὀνομάτων.
55
ΝΑΝΟΣ ἄρτος πλακουντώδης διὰ τυροῦ καὶ ἐλαίου σκευαζόμενος.
55
ΨΩΘΙΑ τὰ ψαθύρια. Φερεκράτης Κραπατάλλοις (I 168 K)· λήψει δ’ ἐν Ἅιδου κραπάταλον τριωβόλου καὶ ψωθία. Ἀπολλόδωρος δ’ ὁ Ἀθηναῖος καὶ Θεόδωρος δ’ ἐν Ἀττικαῖς Γλώσσαις τοῦ ἄρτου τὰ ἀποθραυόμενα ψωθία καλεῖσθαι, ἃ τινὰς ὀνομάζειν ἀτταράγους.
55
ΙΤΡΙΟΝ πεμμάτιον λεπτὸν διὰ σησάμου καὶ μέλιτος γινόμενον. μνημονεύει αὐτοῦ Ἀνακρέων οὕτως (fr. 17 B)· ἠρίστησα μὲν ἰτρίου λεπτοῦ μικρὸν ἀποκλάς, οἴνου δ’ ἐξέπιον κάδον. Ἀριστοφάνης Ἀχαρνεῦσιν (1092)· πλακοῦντες, σησαμοῦντες, ἴτρια. Σοφοκλῆς Ἔριδι (fr. 189 N)· ἐγὼ δὲ πεινῶσ’ αὖ πρὸς ἴτρια βλέπω. ΑΜΟΡΑΙ. τὰ μελιτώματα Φιλητᾶς ἐν Ἀτάκτοις (fr. 34 B) ἀμόρας φησὶν καλεῖσθαι. μελιτώματα δ’ ἐστὶν πεπεμμένα.