Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 14

55 ΤΑΓΗΝΙΤΗΣ πλακοῦς ἐν ἐλαίῳ τετηγανισμένος. μνημονεύει Μάγνης ἢ ὁ ποιήσας τὰς εἰς αὐτὸν ἀναφερομένας κωμῳδίας ἐν Διονύσῳ δευτέρῳ (I 7 K)· ταγηνίας ἤδη τεθέασαι χλιαροὺς σίζοντας, ὅταν αὐτοῖσιν ἐπιχέῃς μέλι; καὶ Κρατῖνος ἐν Νόμοις (ib. 52)· καὶ δρόσον βάλλων ἕωθεν χλιαρὸς ταγηνίας. ΕΛΑΦΟΣ πλακοῦς ὁ τοῖς Ἐλαφηβολίοις ἀναπλασσόμενος διὰ σταιτὸς καὶ μέλιτος καὶ σησάμου.
55 ΝΑΣΤΟΣ πλακοῦντος εἶδος, ἔχων ἔνδον καρυκκείας.
56 ΧΟΡΙΑ βρώματα διὰ μέλιτος καὶ γάλακτος γινόμενα. ΑΜΟΡΒΙΤΗΣ πλακοῦντος εἶδος παρὰ Σικελοῖς. οἳ δὲ ... ΠΑΙΣΑ πλακούντια παρὰ Κῴοις, ὥς φησιν Ἰατροκλῆς.
56 ΣΗΣΑΜΙΔΕΣ ἐκ μέλιτος καὶ σησάμων πεφρυγμένων καὶ ἐλαίου σφαιροειδῆ πέμματα. Εὔπολις Κόλαξιν (I 304 K)· ὃς χαρίτων μὲν ὄζει, καλλαβίδας δὲ βαίνει, σησαμίδας δὲ χέζει, μῆλα δὲ χρέμπτεται. Ἀντιφάνης Δευκαλίωνι (II 43 K)· σησαμίδας ἢ μελίπηκτα ἢ τοιοῦτό τι. μνημονεύει αὐτῶν καὶ Ἔφιππος ἐν Κύδωνι· πρόκειται τὸ μαρτύριον (p. 642f). ΓΕΛΩΝΕΙΟΣ πλακοῦς ..... ΜΥΛΛΟΙ. Ἡρακλείδης ὁ Συρακόσιος ἐν τῷ περὶ Θεσμῶν ἐν Συρακούσαις φησὶ τοῖς Παντελείοις τῶν Θεσμοφορίων ἐκ σησάμου καὶ μέλιτος κατασκευάζεσθαι ἐφήβαια γυναικεῖα, ἃ καλεῖσθαι κατὰ πᾶσαν Σικελίαν μυλλοὺς καὶ περιφέρεσθαι ταῖς θεαῖς.
56 ΕΧΙΝΟΣ. Λυγκεὺς ὁ Σάμιος ἐν τῇ πρὸς Διαγόραν Ἐπιστολῇ ἐκ παραλλήλου τιθεὶς τὰ κατὰ τὴν Ἀττικὴν ἐξαιρέτως γινόμενα τοῖς ἐν τῇ Ῥόδῳ γράφει οὕτως· ‘τῇ δὲ περὶ τὸν ἄμητα δόξῃ τὸν καινὸν ἀνταγωνιστὴν ἐπὶ τῆς δευτέρας εἰσάγουσι τραπέζης ἐχῖνον. ὑπὲρ οὗ νῦν μὲν ἐπὶ κεφαλαίου· παραγενομένου δὲ σοῦ καὶ συντεθέντος κατὰ τοὺς ἐν Ῥόδῳ νόμους ἀπομασησαμένου πειράσομαι πλείω περιθεῖναι λόγον.’
56 ΚΟΤΥΛΙΣΚΟΙ. Ἡρακλέων ὁ Ἐφέσιος πλακοῦντάς τινάς φησιν οὕτω καλεῖσθαι τοὺς ἐκ τρίτου μέρους τῆς χοίνικος γινομένους.
56 ΧΟΙΡΙΝΑΙ. τούτων μνημονεύει Ἰατροκλῆς ἐν τῷ περὶ Πλακούντων καὶ τοῦ ΠΥΡΑΜΟΥΝΤΟΣ καλουμένου, οὐ διαφέρειν λέγων τῆς πυραμίδος καλουμένης. γίνεσθαι γὰρ ταύτην ἐκ πυρῶν πεφωσμένων καὶ μέλιτι δεδευμένων. αὗται δὲ ἆθλα τίθενται ταῖς παννυχίσι τῷ διαγρυπνήσαντι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme