Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 14

60 τούτων ἀκούσας ὁ Οὐλπιανὸς ἔφη· ‘ἀλλ’ ἐπειδὴ καὶ κοπτήν τινα καλεῖτε, ὁρῶ δὲ ἑκάστῳ κειμένην ἐπὶ τῆς τραπέζης, λέγετε ἡμῖν, ὦ λίχνοι, τίς τοῦ ὀνόματος τούτου τῶν ἐνδόξων μνημονεύει.’ καὶ ὁ Δημόκριτος ἔφη· ‘τὸ μὲν θαλάσσιον πράσον κοπτήν φησι καλεῖσθαι Διονύσιος ὁ Ἰτυκαῖος ἐν ἑβδόμῳ Γεωργικῶν. τοῦ δὲ ἡμῖν παρακειμένου μελιπήκτου μέμνηται Κλέαρχος ὁ Σολεὺς ἐν τῷ περὶ Γρίφων (FHG II 322) οὑτωσὶ λέγων· ‘σκεύη κελεύοντι λέγειν ὅμοια εἰπεῖν· τρίπους, χύτρα, λυχνεῖον, ἀκταία, βάθρον, σπόγγος, λέβης, σκαφεῖον, ὅλμος, λήκυθος, σπυρίς, μάχαιρα, τρυβλίον, κρατήρ, ῥαφίς. ἢ πάλιν ὄψων οὕτως· ἔτνος, φακῆ, τάριχος, ἰχθύς, γογγυλίς, σκόροδον, κρέας, θύννειον, ἅλμη, κρόμμυον, σκόλυμος, ἐλαία, κάππαρις, βολβός, μύκης. ἐπί τε τῶν τραγημάτων ὁμοίως· ἄμης, πλακοῦς, ἔντιλτος, ἴτριον, ῥόα, ᾠόν, ἐρέβινθος, σησάμη, κοπτή, βότρυς, ἰσχάς, ἄπιος, πέρσεια, μῆλ᾽, ἀμύγδαλα.’ ταῦτα μὲν ὁ Κλέαρχος. ὁ δὲ φλυακογράφος Σώπατρος ἐν τῷ ἐπιγραφομένῳ Πύλαι δράματί φησιν· τίς δ’ ἀναρίθμου μήκωνος εὗρε κοπτὰς ἢ κνηκοπύρους ἡδονὰς τραγημάτων ἔμιξεν; ἀπέχεις, ὦ καλέ μου λογιστὰ Οὐλπιανέ, τὴν κοπτήν· ἧς συμβουλεύω σοι ἀπεσθίειν.’ καὶ ὃς οὐδὲν μελλήσας ἀνελόμενος ἤσθιεν. γελασάντων δὲ πάντων ἔφη ὁ Δημόκριτος· ‘ἀλλ’ οὐκ ἐσθίειν σοι προσέταξα, καλὲ ὀνοματοθήρα, ἀλλὰ μὴ ἐσθίειν· τὸ γὰρ ἀπεσθίειν οὕτως εἴρηκεν ἐν Φινεῖ ὁ κωμῳδιοποιὸς Θεόπομπος (I 749 K)· παῦσαι κυβεύων, μειράκιον, καὶ τοῖς βλίτοις διαχρῶ τὸ λοιπόν. κοιλίαν σκληρὰν ἔχεις· τὰ πετραῖα τῶν ἰχθυδίων ἀπέσθιε· ἡ τρὺξ ἄριστόν ἐστιν εἰς εὐβουλίαν. ταῦτ’ ἢν ποῇς, ῥᾴων ἔσει τὴν οὐσίαν. χρῶνται δὲ τῷ ἀπεσθίειν καὶ ἀντὶ τοῦ ἀπό τινος ἐσθίειν, ὡς Ἕρμιππος ἐν Στρατιώταις (I 239 K)· οἴμοι τάλας, δάκνει, δάκνει, ἀπεσθίει μου τὴν ἀκοήν.’

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme