Book 14
61
ἐπὶ τούτῳ ἐλεγχθεὶς ὁ Σύρος καὶ δηχθεὶς σφόδρα ‘ἀλλὰ μήν, ἔφη, παράκειται ἡμῖν ἐπὶ τῆς τραπέζης καὶ ψιττάκια· ἅπερ ἢν εἴπῃς παρὰ τίνι κεῖται, ‘δώσω σοι’ οὐ ‘χρυσέους δέκα στατῆρας’ κατὰ τὸν Ποντικὸν λεσχηνευτήν, ἀλλὰ τουτὶ τὸ ἔκπωμα.’ σιωπήσαντος δὲ τοῦ Δημοκρίτου ‘ἀλλ’ ἐπεὶ ἀπορεῖς, ἔφη, ἐγώ σε διδάξω. Νίκανδρος μὲν ὁ Κολοφώνιος ἐν τοῖς Θηριακοῖς μνημονεύων αὐτῶν φησιν (891)· φιττάκι’ ἀκρεμόνεσσιν ἀμυγδαλέοισιν ὅμοια. γράφεται δὲ καί ‘βιστάκια ...... ἀμυγδαλόεντα πέφανται.’ καὶ Ποσειδώνιος δὲ ὁ ἀπὸ τῆς στοᾶς ἐν τῇ τρίτῃ τῶν Ἱστοριῶν γράφει οὕτως (FHG III 253)· ‘φέρει δὲ καὶ τὸ πέρσειον ἡ Ἀραβία καὶ ἡ Συρία καὶ τὸ καλούμενον βιστάκιον· ὃ δὴ βοτρυώδη τὸν καρπὸν ἀφίησι λευκόφαιον ὄντα καὶ μακρόν, παρεμφερῆ τοῖς δακρύοις, ἃ δὴ ῥαγῶν τρόπον ἀλλήλοις ἐπιβάλλει, τὰ δ’ ἔνδον ἔγχλωρον καὶ τοῦ κωνίου τῶν στροβίλων ἧττον μὲν εὔχυμον, εὐώδη δὲ μᾶλλον.’ οἱ δὲ τὰ Γεωργικὰ συγγράψαντες ἀδελφοὶ ἐν τῷ γʹ γράφουσιν οὕτως· ‘καὶ τὴν μελίαν καὶ τὴν τέρμινθον, ἃ δὴ νῦν πιστάκια οἱ Σύροι καλοῦσιν.’ καὶ οὗτοι μὲν διὰ τοῦ π πιστάκια ταῦτα ὠνόμασαν, ὁ δὲ Νίκανδρος δασέως φιττάκια, Ποσειδώνιος δὲ βιστάκια.’