Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 14

62 περιβλέψας οὖν ἐπὶ τούτοις τοὺς παρόντας καὶ τυχὼν ἐπαίνου ἔφη· ‘ἀλλὰ μὴν καὶ περὶ τῶν ἄλλων πάντων τῶν παρακειμένων λελέξεταί μοι, ἵνα με τῆς πολυμαθίας ἀγασθῆτε· ἐρῶ δὲ πρότερον περὶ τῶν παρὰ Ἀλεξανδρεῦσιν καλουμένων κοννάρων καὶ παλιούρων. μνημονεύει δ’ αὐτῶν Ἀγαθοκλῆς ὁ Κυζικηνὸς ἐν γʹ τῶν περὶ τῆς πατρίδος λέγων οὕτως (FHG IV 289)· ‘κεραυνοῦ δὲ σκήψαντος εἰς τὸν τάφον ἀνεβλάστησεν ἐκ τοῦ σήματος δενδρίον, ὃ ἐκεῖνοι κόνναρον ἐπονομάζουσιν. ἐστὶ δὲ τὸ δενδρίον μεγέθει μὲν πτελέης καὶ πεύκης οὐθέν τι μεῖον, ἀκρεμόνας δὲ ἔχει θαμέας καὶ δολιχοὺς καὶ ἐπ’ ὀλίγον ἀκανθώδεας, τὸ δὲ φύλλον τέρεν καὶ χλωρόν, τῇ φυῇ περιφερές. καρποφορεῖ δὲ δὶς τοῦ ἔτεος, ἦρός τε καὶ φθινοπώρου. γλυκὺς δὲ πάνυ ὁ καρπός, μέγεθος κατὰ φαυλίην ἐλάην καὶ τὴν σάρκα καὶ τὸ ὀστέον ταύτῃ προσείκελον, διαλλάσσον δὲ τῇ τοῦ χυμοῦ ἡδονῇ. καὶ τρώγεται ἔτι χλωρὸς ὁ καρπός· καὶ ἐπὴν αὐανθῇ, ποιοῦσιν ἐξ αὐτοῦ ἄλευρα, καὶ πατέονται ταῦτα οὐ μάξαντες οὐδ’ ὕδατι δεύοντες, ἀλλὰ φαύλως ὁκοῖά περ πέφυκεν.’ καὶ Εὐριπίδης ἐν Κύκλωπί φησι (393)· ‘παλιούρου κλάδῳ.’ Θεόπομπός τε ἐν εἰκοστῇ πρώτῃ Φιλιππικῶν (FHG I 303) μνημονεύει αὐτῶν καὶ Δίφιλος ὁ Σίφνιος ἰατρὸς ἐν τῷ περὶ τῶν Προσφερομένων τοῖς ὑγιαίνουσι καὶ τοῖς νοσοῦσιν. τούτων δὲ πρῶτον ἐμνήσθην, ἄνδρες φίλοι, οὐχ ὅτι ἡμῖν παράκειται νῦν, ἀλλ᾽ ὅτι πολλάκις ἐν τῇ καλῇ Ἀλεξανδρείᾳ ἐπὶ τῶν δευτέρων τραπεζῶν παρακείμενα ἔλαβον καὶ ζητηθέντος ἐκεῖ τοῦ ὀνόματος ἐνθάδε τῷ βιβλίῳ ἐντυχὼν ἀνελεξάμην.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme