Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 14

63 ἑξῆς οὖν λέξω περὶ τῶν παρακειμένων ΑΠΙΩΝ· ἐπεὶ ἀπ’ αὐτῶν καὶ ἡ Πελοπόννησος Ἀπία ἐκλήθη διὰ τὸ ἐπιδαψιλεύειν ἐν αὐτῇ τὸ φυτόν, φησὶν Ἴστρος ἐν τοῖς Ἀργολικοῖς (FHG I 424). ὅτι δὲ τὰς ἀπίους ἐν ὕδατι εἰσέφερον εἰς τὰ συμπόσια Ἄλεξις ἐν Βρεττίᾳ παρίστησι διὰ τούτων (II 309 K)· εἶδές ποτε πίνουσιν ἀνθρώποις ἀπίους παρακειμένας ἐν ὕδατι; Β. πολλοῖς πολλάκις δήπου. τί οὖν; Α. οὐκοῦν ἕκαστος ἐκλεγόμενος λαμβάνει τῶν ἐπινεουσῶν τὴν πεπαιτάτην ἀεί; Β. δηλονότι. αἱ δ’ ἁμαμηλίδες οὔκ εἰσιν ἄπιοι, ὥς τινες οἴονται, ἀλλ’ ἕτερόν τι καὶ ἥδιον καὶ ἀπύρηνον. Ἀριστομένης ἐν Διονύσῳ φησίν (I 692 K) ὁ Χῖος οὐκ οἶσθ’ ὡς ἁμαμηλίδας ποιεῖ; ὅτι δ’ ἐστὶν ἕτερον τῆς ἀπίου καὶ ἥδιον καὶ ἀπύρηνον Αἰσχυλίδης παρίστησιν ἐν τρίτῳ Γεωργικῶν. περὶ Κέω γοῦν τῆς νήσου λέγων γράφει οὕτως· ‘ἀπίους ἡ νῆσος φέρει κρατίστας κατὰ τὰς ἐν Ἰωνίᾳ καλουμένας ἁμαμηλίδας· εἰσὶ γὰρ ἀπύρηνοί τε καὶ ἡδεῖαι καὶ γλυκεῖαι.’ Ἀέθλιος δ’ ἐν εʹ Ὥρων Σαμίων (cf. p. 653f), εἰ γνήσια τὰ συγγράμματα, ὁμομηλίδας αὐτὰς καλεῖ. Πάμφιλος δ’ ἐν τοῖς περὶ Γλωσσῶν καὶ Ὀνομάτων ‘ἐπιμηλίς, φησίν, ἀπίου γένος.’ Ἀνδροτίων δ᾽ ἐν τῷ περὶ Γεωργικῶν φωκίδας φησὶν εἶδος ἀπίων εἶναι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme