Book 14
69
ἐπεὶ δὲ πολλάκις ὑμῖν εἴρηται περί τε κρεῶν καὶ ὀρνίθων καὶ περιστεριδίων, ἔρχομαι κἀγὼ λέξων ὅσα ἐκ πολυαναγνωσίας εὑρεῖν ἠδυνήθην παρὰ τὰ προειρημένα (lib. IX). ΠΕΡΙΣΤΕΡΙΟΝ οὕτως ἔστιν εὑρεῖν εἰρημένον παρὰ Μενάνδρῳ ἐν Παλλακῇ (III 109 K)· μικρὸν ἐπιμείνας προστρέχει, ‘ἠγόρακά σοι περιστέρια ταδί’ λέγων. ὁμοίως Νικόστρατος Ἅβρᾳ (II 220 K)· ταῦτ’ ἀξιῶ· τοὐρνιθάριον, τὸ περιστέριον, τὸ γάστριον. Ἀναξανδρίδης ἐν Ἀντέρωτι (ib. 139)· περιστέρια γὰρ εἰσάγων καὶ στρουθία. Φρύνιχος Τραγῳδοῖς (I 383 K)· περιστέριον δ’ αὐτῷ τι λαβὲ τριωβόλου. ΦΑΣΙΑΝΙΚΟΣ. Πτολεμαῖος ὁ βασιλεὺς ἐν τῷ δωδεκάτῳ τῶν Ὑπομνημάτων περὶ τῶν ἐν Ἀλεξανδρείᾳ βασιλείων λέγων (FHG III 188) καὶ περὶ τῶν ἐν αὐτοῖς ζῴων τρεφομένων φησίν· ‘τά τε τῶν φασιανῶν, οὓς τετάρους ὀνομάζουσιν, οὓς οὐ μόνον ἐκ Μηδίας μετεπέμπετο, ἀλλὰ καὶ νομάδας ὄρνιθας ὑποβαλὼν ἐποίησε πλῆθος, ὥστε καὶ σιτεῖσθαι· τὸ γὰρ βρῶμα πολυτελὲς ἀποφαίνουσιν.’ αὕτη ἡ τοῦ λαμπροτάτου βασιλέως φωνή, ὃς οὐδὲ φασιανικοῦ ὄρνιθός ποτε γεύσασθαι ὡμολόγησεν, ἀλλ’ ὥσπερ τι κειμήλιον ἀνακείμενον εἶχε τούσδε τοὺς ὄρνιθας. εἰ δὲ ἑωράκει ὡς ἡμῶν ἑκάστῳ εἷς ἐστι παρακείμενος χωρὶς τῶν ἤδη κατανηλωμένων, προσαναπεπληρώκει ἂν ταῖς πολυθρυλήτοις ἱστορίαις τῶν Ὑπομνημάτων τούτων ταῖς εἰκοσιτέσσαρσιν καὶ ἄλλην μίαν. [Ἀριστοτέλης δὲ (fr. 580 R) ἢ Θεόφραστος ἐν τοῖς Ὑπομνήμασι ‘τῶν φασιανῶν, φησίν, οὐ κατὰ λόγον ἡ ὑπεροχὴ τῶν ἀρρένων, ἀλλὰ πολλῷ μείζων.’]