Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 14

73 περὶ δὲ ΛΑΓΩΝ Χαμαιλέων φησὶν ἐν τῷ περὶ Σιμωνίδου (fr. 14 Koep) ὡς δειπνῶν παρὰ τῷ Ἱέρωνι ὁ Σιμωνίδης, οὐ παρατεθέντος αὐτῷ ἐπὶ τὴν τράπεζαν καθάπερ καὶ τοῖς ἄλλοις λαγωοῦ, ἀλλ’ ὕστερον μεταδιδόντος τοῦ Ἱέρωνος, ἀπεσχεδίασεν (fr. 170 B)· οὐδὲ γὰρ οὐδ᾽ εὐρύς περ ἐὼν ἐξίκετο δεῦρο. ὄντως δ’ ἦν ὡς ἀληθῶς κίμβιξ ὁ Σιμωνίδης καὶ αἰσχροκερδής, ὡς Χαμαιλέων φησίν. ἐν Συρακούσαις γοῦν τοῦ Ἱέρωνος ἀποστέλλοντος αὐτῷ τὰ καθ’ ἡμέραν λαμπρῶς πωλῶν τὰ πλείω ὁ Σιμωνίδης τῶν παρ’ ἐκείνου πεμπομένων ἑαυτῷ μικρὸν μέρος ἀπετίθετο. ἐρομένου δέ τινος τὴν αἰτίαν· ‘ὅπως, εἶπεν, ἥ τε Ἱέρωνος μεγαλοπρέπεια καταφανὴς ᾖ καὶ ἡ ἐμὴ κοσμιότης.’
73 ΟΥΘΑΤΟΣ δὲ Τηλεκλείδης ἐν Στερροῖς οὕτως μνημονεύει (I 217 K)· ὡς οὖσα θῆλυς εἰκότως οὖθαρ φέρω. ὑπογάστριον δ’ αὐτὸ ὠνόμασεν Ἀντίδοτος ἐν Μεμψιμοίρῳ (II 410 K).

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme