Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 14

75 ἐπεὶ δὲ καὶ πετασῶνος μέρος ἑκάστῳ κεῖται, ἣν ΠΕΡΝΑΝ καλοῦσι, φέρε τι εἴπωμεν καὶ περὶ ταύτης, εἴ τις τοῦ ὀνόματος μνημονεύει. κάλλισται μὲν γὰρ αἱ Γαλλικαί, οὐκ ἀπολείπονται δὲ αὐτῶν οὔτε αἱ ἀπὸ Κιβύρας τῆς Ἀσιατικῆς οὔτε αἱ Λύκιαι. μνημονεύει δ’ αὐτῶν Στράβων ἐν τρίτῃ Γεωγραφουμένων (p. 162), ἀνὴρ οὐ πάνυ νεώτερος· λέγει γὰρ αὐτὸν ἐν τῇ ἑβδόμῃ τῆς αὐτῆς πραγματείας (fr. 58b M) ἐγνωκέναι Ποσειδώνιον τὸν ἀπὸ τῆς στοᾶς φιλόσοφον, οὗ πολλάκις ἐμεμνήμεθα συγγενομένου Σκιπίωνι τῷ τὴν Καρχηδόνα ἑλόντι. γράφει δ᾽ οὖν ὁ Στράβων οὕτως· ‘ἐν Σπανίᾳ πρὸς τῇ Ἀκυτανίᾳ πόλις Πομπέλων, ὡς ἂν εἴποι τις Πομπηιόπολις, ἐν ᾗ πέρναι διάφοροι συντίθενται ταῖς Κανταβρικαῖς ἐνάμιλλοι.’
75 ΑΛΙΠΑΣΤΩΝ δὲ κρεῶν μνημονεύει ὁ τῆς κωμῳδίας ποιητὴς Ἀριστομένης ἐν Διονύσῳ (I 692 K)· ἁλίπαστα ταῦτα παρατίθημί σοι. καὶ ἐν Γόησιν (ib. 691)· ὁ στράβων ἁλίπαστον αἰεὶ τὸν θεράποντ’ ἐπεσθίειν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme