Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 14

76 ἐπεὶ δὲ καὶ ‘Σικελίας αὔχημα τροφαλὶς’ ἥδ’ ἐστί σοι, φίλοι, λέξωμέν τι καὶ περὶ ΤΥΡΩΝ. Φιλήμων μὲν γὰρ ἐν τῷ ἐπιγραφομένῳ Σικελικῷ (II 499 K)· ἐγὼ πρότερον μὲν ᾠόμην τὴν Σικελίαν ἓν τοῦτ’ ἀπότακτον αὐτὸ τοὺς τυροὺς ποιεῖν καλούς. ἔτι ταῦτα προσετίθην ἀκηκοώς, ἱμάτια ποικίλ’ εἰ λέγοι τις Σικελικά. Β. σκεύη μὲν οὖν καὶ κτήματ’ ᾠόμην φέρειν. καὶ ὁ Τρομιλικὸς δὲ τυρὸς ἔνδοξός ἐστι. περὶ οὗ φησιν Δημήτριος ὁ Σκήψιος ἐν δευτέρῳ Τρωικοῦ Διακόσμου οὕτως (fr. 3 Gaede)· ‘τῆς Ἀχαίας πόλις Τρομίλεια, περὶ ἣν γίνεται τυρὸς αἴγειος ἥδιστος, οὐκ ἔχων σύγκρισιν πρὸς ἕτερον, ὁ προσαγορευόμενος Τρομιλικός· οὗ καὶ Σιμωνίδης μνημονεύει ἐν Ἰάμβῳ, οὗ ἡ ἀρχή (fr. 22 B)· ἦ πολλὰ μὲν δὴ προεκπονῇ, Τηλέμβροτε, γράφων· ἐνταῦθα μέντοι τυρὸς ἐξ Ἀχαίης Τρομιλικὸς θαυμαστός, ὃν κατήγαγον ... Εὐριπίδης δ’ ἐν Κύκλωπι ὀπίαν καλεῖ τυρὸν τὸν δριμύν, τὸν πηγνύμενον τῷ τῆς συκῆς ὀπῷ (136)· καὶ τυρὸς ὀπίας ἐστὶ καὶ Διὸς γάλα. ἐπεὶ δὲ περὶ πάντων εἶπον τῶν παρακειμένων ἀποτράγημά τε πεποίημαι τὸν Τρομιλικόν, καταπαύσω τὸν λόγον· τὸ γὰρ λείψανον τῶν τραγημάτων καὶ τρωξίμων ἀποτράγημα εἴρηκεν Εὔπολις (I 335 K). σκώπτων γὰρ Διδυμίαν τινὰ ἀποτράγημα αὐτὸν εἴρηκεν ἀλώπεκος ἤτοι ὡς μικρὸν τὸ σῶμα ἢ ὡς κακοήθη καὶ πανοῦργον, ὥς φησιν ὁ Ἀσκαλωνίτης Δωρόθεος. τοὺς δὲ λεπτοὺς τῶν τυρῶν καὶ πλατεῖς Κρῆτες θηλείας καλοῦσιν, ὥς φησι Σέλευκος· οὓς ἐν θυσίαις τισὶν ἐναγίζουσιν. πυριέφθων δὲ μνημονεύει (οὕτω δὲ καλεῖται τὸ πρῶτον γάλα) Φιλιππίδης ἐν Αὐλοῖς (III 304 K)· τὰ δὲ πυρίεφθα καὶ τὰ λάγανα ταῦτ’ ἔχων. καὶ ἴσως πάντα τὰ τοιαῦτα ἐπιδειπνίδας ἔλεγον Μακεδόνες. κώθωνος γὰρ ἡδύσματα ταῦτα.’

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme