Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 14

79 ὅτι δὲ σεμνὸν ἦν ἡ μαγειρικὴ μαθεῖν ἔστιν ἐκ τῶν Ἀθήνησι Κηρύκων. οἵδε γὰρ μαγείρων καὶ βουτύπων ἐπεῖχον τάξιν, ὥς φησιν Κλείδημος ἐν Πρωτογονίας πρώτῳ (FHG I 362). Ὅμηρός τε τὸ ῥέζειν ἐπὶ τοῦ θύειν τάσσει, τὸ δὲ θύειν ἐπὶ τοῦ ψαιστὰ μεταδόρπια θυμιᾶν· καὶ οἱ παλαιοὶ τὸ θύειν δρᾶν ὠνόμαζον. ἔδρων δ’ οἱ Κήρυκες ἄχρι πολλοῦ βουθυτοῦντες, φησί, καὶ σκευάζοντες καὶ μιστύλλοντες, ἔτι δ’ οἰνοχοοῦντες. Κήρυκας δ’ αὐτοὺς ἀπὸ τοῦ κρείττονος ὠνόμαζον. ἀναγέγραπταί τε οὐδαμοῦ μαγείρῳ μισθός, ἀλλὰ κήρυκι. καὶ Ἀγαμέμνων δὲ παρ’ Ὁμήρῳ θύει βασιλεύων· φησὶ γὰρ ὁ ποιητής· Il. 3.292 ἦ καὶ ἀπὸ στομάχους ἀρνῶν τάμε νηλέι χαλκῷ, καὶ τοὺς μὲν κατέθηκεν ἐπὶ χθονὸς ἀσπαίροντας θυμοῦ δευομένους· ἀπὸ γὰρ μένος εἵλετο χαλκός. καὶ Θρασυμήδης ὁ τοῦ Νέστορος υἱὸς ἀναλαβὼν πέλεκυν κόπτει τὸν βοῦν, ἐπεὶ διὰ τὸ γῆρας ὁ Νέστωρ οὐκ ἠδύνατο· συνεπόνουν δ’ αὐτῷ καὶ οἱ ἄλλοι ἀδελφοί (Od. 3.442). οὕτως ἔνδοξον ἦν καὶ μέγιστον τὸ τῆς μαγειρικῆς τέχνης ἀξίωμα. καὶ παρὰ Ῥωμαίοις δ’ οἱ τιμηταὶ — μεγίστη δ’ αὕτη ἀρχὴ — τὴν περιπόρφυρον ἐνδεδυκότες καὶ ἐστεφανωμένοι πελέκει τὰ ἱερεῖα κατέβαλλον. οὐ παρέργως δὲ παρὰ τῷ Ὁμήρῳ καὶ τὰ ὅρκια καὶ τὰ ἱερόθυτα κήρυκες κομίζουσιν, ὡς παλαιᾶς οὔσης καὶ προσηκούσης αὐτοῖς τῆς λειτουργίας· Il. 3.116 Ἕκτωρ δὲ προτὶ ἄστυ δύο κήρυκας ἔπεμπε καρπαλίμως ἄρνας τε φέρειν Πρίαμόν τε καλέσσαι. καὶ πάλιν (118)· αὐτὰρ ὃ Ταλθύβιον προίει κρείων Ἀγαμέμνων νῆας ἐπὶ γλαφυρὰς ἰέναι ἠδ’ ἄρν’ ἐκέλευσεν οἰσέμεναι. καί· Il. 19.250 Ταλθύβιος δὲ θεῷ ἐναλίγκιος αὐδὴν κάπρον ἔχων ἐν χερσὶ παρίστατο ποιμένι λαῶν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme