Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 14

85 ὅτι δὲ ὕστατον καὶ ἐπὶ πᾶσιν εἰσεφέρετο Νικόστρατός φησιν ἐν Ἀπελαυνομένῳ. μάγειρος δ’ ἐστὶν ὁ διηγούμενος ὡς λαμπρὰν καὶ εὔτακτον παρεσκεύασεν εὐωχίαν· προδιηγησάμενός τε οἷον ἦν τὸ ἄριστον καὶ τὸ δεῖπνον καὶ τρίτης μνησθεὶς παραθέσεως ἐπιφέρει (II 221 K)· εὖ γ᾽, ἄνδρες, εὖ σφόδρ᾽· ἀλλὰ μὴν τῇ ματτύῃ οὕτω διαθήσω τὰ μετὰ ταῦθ’ ὥστ’ οἴομαι οὐδ’ αὐτὸν ἡμῖν τοῦτον ἀντερεῖν ἔτι. καὶ ἐν Μαγείρῳ (ib. 224)· θρῖον δὲ καὶ κάνδαυλον ἢ τούτων τι τῶν εἰς ματτύην οὐδέτερος εἶδε πώποτε. ἄλλος δέ τίς φησιν (III 482 K)· περιφέρειν ματτύην καὶ ποδάριον καὶ γαστρίον τακερόν τι καὶ μήτρας ἴσως. Διονύσιος δ’ ἐν Ἀκοντιζομένῳ (II 423 K)· μάγειρος δ’ ἐστὶν ὁ λέγων· ὥστ’ ἐνίοτ’ ἂν τούτοισι ποιῶν ματτύην σπεύδων ἅμ’ εἰσήνεγκα διαμαρτὼν μίαν ἄκων περιφορὰν τῶν νεκρῶν ὡς τὸν νεκρόν. Φιλήμων ἐν Πτωχῇ (ib. 496)· ἐξὸν ἀποσάττεσθαι δ’ ὅλην τὴν ἡμέραν, ποιοῦντα καὶ διδόντα ματτύας ἐκεῖ. Μόλπις δ’ ὁ Λάκων τὰ παρὰ τοῖς Σπαρτιάταις ἐπαίκλεια, ἃ σημαίνει τὰς ἐπιδειπνίδας, ματτύας φησὶ λέγεσθαι παρὰ τοῖς ἄλλοις (FHG IV 454). ὁ δὲ κυνικὸς Μένιππος ἐν τῷ ἐπιγραφομένῳ Ἀρκεσιλάῳ γράφει οὕτως· ‘πότος ἦν ἐπικωμασάντων τινῶν καὶ ματτύην ἐκέλευσεν εἰσφέρειν Λάκαινάν τις· καὶ εὐθέως περιεφέρετο περδίκεια ὀλίγα καὶ χήνεια ὀπτὰ καὶ τρύφη πλακούντων.’ τὸ δὲ τοιοῦτον δεῖπνον οἱ μὲν Ἀττικοὶ προσηγόρευον ἐπιδόρπισμα, οἱ δὲ Δωριεῖς ἐπάικλον, τῶν δ’ ἄλλων Ἑλλήνων οἱ πλεῖστοι ἐπιδειπνίδα.
85 τοσούτων καὶ περὶ τῆς ματτύης λεχθέντων ἔδοξεν ἀπιέναι· καὶ γὰρ ἑσπέρα ἦν ἤδη. διελύθημεν οὖν οὕτως.
← Previous 84 / 84

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme