Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 14

9 περὶ δὲ τῆς αὐλῶν πρὸς λύραν κοινωνίας, ἐπεὶ πολλάκις καὶ αὐτὴ ἡμᾶς ‘ἡ συναυλία ἔθελγεν’, Ἔφιππος ἐν Ἐμπολῇ φησιν (II 254)· κοινωνεῖ γὰρ, ὦ μειρακίδιον, ἡ ᾽ν τοῖσιν αὐλοῖς μουσικὴ κἀν τῇ λύρᾳ τοῖς ἡμετέροισι παιγνίοις. ὅταν γὰρ εὖ συναρμόσωσι τοῖς συνοῦσι τὸν τρόπον, τόθ’ ἡ μεγίστη τέρψις ἐξευρίσκεται. τὴν δὲ συναυλίαν τί ποτ’ ἐστὶν ἐμφανίζει. Σῆμος ὁ Δήλιος ἐν εʹ Δηλιάδος γράφων οὕτως (FHG IV 494)· ‘ἀγνοουμένης δὲ παρὰ πολλοῖς τῆς συναυλίας, λεκτέον. ἦν τις ἀγὼν συμφωνίας ἀμοιβαῖος αὐλοῦ καὶ ῥυθμοῦ, χωρὶς λόγου τοῦ προσμελῳδοῦντος.’ ἀστείως δὲ αὐτὴν Ἀντιφάνης φανερὰν ποιεῖ ἐν τῷ Αὐλητῇ λέγων (II 29 K)· ποίαν, φράσον γάρ, ηδε τὴν συναυλίαν ταύτην ἐπίσταται γὰρ ἀλλ’ ηὔλουν ἔτι μαθόντες ὥστε τοὺς αὐλοὺς σύ τε αυτητελετηψεθειθαμεν συντυγχάνεις αὐλῶν πέραινε. δέξεται δὲ τἄλλα σοι ἡδύ τι κοινόν ἐστιν οὗ χωρὶς πάλιν συννεύματ᾽, οὐ προβλήμαθοις σημαίνεται ἕκαστα. ‘Λίβυν δὲ τὸν αὐλὸν προσαγορεύουσιν οἱ ποιηταί,’ φησὶ Δοῦρις ἐν βʹ τῶν περὶ Ἀγαθοκλέα (FHG II 478), ‘ἐπειδὴ Σειρίτης δοκεῖ πρῶτος εὑρεῖν τὴν αὐλητικήν, Λίβυς ὢν τῶν Νομάδων, ὃς καὶ κατηύλησεν τὰ μητρῷα πρῶτος.’ ‘αὐλήσεων δ’ εἰσὶν ὀνομασίαι, ὥς φησι Τρύφων ἐν δευτέρῳ Ὀνομασιῶν (fr. 109 V), αἵδε· κῶμος, βουκολισμός, γίγγρας, τετράκωμος, ἐπίφαλλος, χορεῖος, καλλίνικος, πολεμικόν, ἡδύκωμος, σικιννοτύρβη, θυροκοπικόν (τὸ δ’ αὐτὸ καὶ κρουσίθυρον), κνισμός, μόθων. ταῦτα δὲ πάντα μετ’ ὀρχήσεως ηὐλεῖτο.’

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme