Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 15

11 ταῦτ’ εἰπόντος τοῦ Δημοκρίτου ὁ Οὐλπιανὸς ἀποβλέψας πρὸς τὸν Κύνουλκον ‘οἵῳ μ’ ὁ δαίμων, ἔφη, φιλοσόφῳ συνῴκισεν· — κατὰ τὸ Θεογνήτου τοῦ κωμῳδιοποιοῦ Φάσμα (III 364 K) — ἐπαρίστερ’ ἔμαθες, ὦ πόνηρε, γράμματα· ἀνέστροφέν σου τὸν βίον τὰ βιβλία· πεφιλοσόφηκας γῇ τε κοὐρανῷ λαλῶν, οἷς οὐθέν ἐστιν ἐπιμελὲς τῶν σῶν λόγων. πόθεν γάρ σοι καὶ ὁ τῶν συρβηνέων ἐπῆλθεν χορός; τίς τῶν ἀξίων λόγου μέμνηται τοῦ μουσικοῦ τούτου χοροῦ;’ καὶ ὃς ‘οὐ πρότερον, ἔφη, ὦ οὗτος, διδάξω σε, πρὶν ἂν τὸν ἄξιον παρὰ σοῦ λάβω μισθόν. οὐ γὰρ ἐγὼ τὰς ἐκ τῶν βιβλίων ἀκάνθας ὥσπερ σὺ ἀναγινώσκων ἐκλέγω, ἀλλὰ τὰ χρησιμώτατα καὶ ἀκοῆς ἄξια.’ ἐπὶ τούτοις ὁ Οὐλπιανὸς δυσχεράνας ἀνεβόησεν τὰ ἐξ Ὕπνου Ἀλέξιδος (II 385 K)· ‘οὐδ’ ἐν Τριβαλλοῖς ταῦτά γ’ ἐστὶν ἔννομα· οὗ φασι τὸν θύοντα τοῖς κεκλημένοις δείξαντα δεῖν τὸ δεῖπνον εἰς τὴν αὔριον πωλεῖν ἀδείπνοις ἃ παρέθηκ’ αὐτοῖς ἰδεῖν. τὰ αὐτὰ ἰαμβεῖα φέρεται καὶ παρὰ Ἀντιφάνει ἐν Ὕπνῳ (ib. 104).’ καὶ ὁ Κύνουλκος· ‘ἐπεὶ περὶ στεφάνων ζητήσεις ἤδη γεγόνασιν, εἰπὲ ἡμῖν τίς ἐστιν ὁ παρὰ τῷ χαρίεντι Ἀνακρέοντι Ναυκρατίτης στέφανος, ὦ Οὐλπιανέ. φησὶν γὰρ οὕτως ὁ μελιχρὸς ποιητής (fr. 83 B)· στεφάνους δ’ ἀνὴρ τρεῖς ἕκαστος εἶχεν, τοὺς μὲν ῥοδίνους, τὸν δὲ Ναυκρατίτην. καὶ διὰ τί παρὰ τῷ αὐτῷ ποιητῇ λύγῳ τινὲς στεφανοῦνται; φησὶν γὰρ ἐν τῷ δευτέρῳ τῶν Μελῶν (fr. 41)· Μεγίστης δ’ ὁ φιλόφρων δέκα δὴ μῆνες ἐπείτε στεφανοῦταί τε λύγῳ καὶ τρύγα πίνει μελιηδέα. ὁ γὰρ τῆς λύγου στέφανος ἄτοπος· πρὸς δεσμοὺς γὰρ καὶ πλέγματα ἡ λύγος ἐπιτήδειος. εἰπὲ οὖν ἡμῖν τι περὶ τούτων ζητήσεως ἀξίων ὄντων καὶ μὴ ὀνόματα θήρα, φιλότης.’

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme