Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 15

19 ἔτι τούτων λεγομένων ἐπεισῆλθον παῖδες στεφάνους φέροντες τῶν ἀκμαζόντων κατὰ τοὺς καιρούς. καὶ ὁ Μυρτίλος λέγε, καλέ, εἶπεν, Οὐλπιανέ, στεφάνων ὀνόματα. οἱ γὰρ παῖδες, κατὰ τὰν Χαιρήμονος Κένταυρον, στεφάνους ἑτοιμάζουσιν, οὓς εὐφημίας κήρυκας εὐχαῖς προὐβάλοντο· δαιμόνων. καὶ ἐν τῷ Διονύσῳ δὲ ὁ αὐτὸς ἔφη ποιητής· στεφάνους τεμόντες, ἀγγέλους εὐφημίας. σὺ δὲ μὴ τὰ ἐκ τῶν ἐπιγραφομένων Αἰλίου Ἀσκληπιάδου Στεφάνων φέρε ἡμῖν ὡς ἀνηκόοις αὐτῶν, ἀλλ’ ἄλλο τι παρ’ ἐκεῖνα λέγε. δεῖξαι γὰρ οὐκ ἔχεις ὅτι διαλελυμένως τις εἴρηκε ῥόδων στέφανον καὶ ἴων στέφανον τὸ γὰρ παρὰ Κρατίνῳ κατὰ παιδιὰν εἴρηται· ναρκισσίνους ὀλίσβους. καὶ ὃς γελάσας πρῶτον ἐν τοῖς Ἕλλησι στέφανος ὠνομάσθη, ὥς φησι Σῆμος ὁ Δήλιος ἐν δ Δηλιάδος, τὸ παρά μὲν ἡμῖν στέφος, παρὰ δέ τισι στέμμα προσαγορευόμενον, διὸ καὶ τούτῳ πρώτῳ στεφανωσάμενοι δεύτερον περιτιθέμεθα τὸν δάφνινον. κέκληται δὲ στέφανος ἀπὸ τοῦ στέφειν. σὺ δὲ οἴει με, ἔφη, Θετταλὲ ποικιλόμυθε, τῶν κοινῶν τούτων καὶ κατημαξευμένων ἐρεῖν τι; διὰ δὲ τὴν σὴν γλῶσσαν τῆς ὑπογλωττίδος μνησθήσομαι, ἧς Πλάτων ἐμνήσθη ἐν Διὶ Κακουμένῳ· καίτοι φορεῖτε γλῶσσαν ἐν ὑποδήμασι, στεφανοῦσθ’ ὑπογλωττίσιν ὅταν πίνητέ που· κἂν καλλιερῆτε γλῶτταν ἀγαθὴν πέμπετε. Θεόδωρος δ’ ἐν ταῖς Ἀττικαῖς Φωναῖς, ὥς φησιν Πάμφιλος ἐν τοῖς περὶ ᾽ Ὀνομάτων, πλοκῆς στεφάνων γένος τι τὴν ὑπογλωττίδα ἀποδίδωσιν. λαβὲ οὖν καὶ παρ’ ἐμοῦ κατὰ τὸν Εὐριπίδην· ἐκ παντὸς (γὰρ) ἄν τις πράγματος δισσῶν λόγων ἀγῶνα θεῖτ’ ἄν, εἰ λέγειν εἴη σοφός.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme