Book 15
27
Φιλῖνος δὲ τὸ κρίνον ὑφ’ ὧν μὲν λείριον, ὑφ’ ὧν δὲ ἴον καλεῖσθαι. Κορίνθιοι δ’ αὐτὸ ἀμβροσίαν καλοῦσιν, ὥς φησι Νίκανδρος ἐν Γλώσσαις.
27
Διοκλῆς δ’ ἐν τῷ περὶ Θανασίμων Φαρμάκων ἀμάρακον , φησίν, ὃν σάμψουχόν τινες καλοῦσιν.
28
κοσμοσανδάλων δὲ μνημονεύει Κρατῖνος ἐν Μαλθακοῖς διὰ τούτων κεφαλὴν ἀνθέμοις ἐρέπτομαι, λειρίοις, ῥόδοις, κρίνεσιν, κοσμοσανδάλοις. Κλέαρχος δ’ ἐν β’ Βίων ὅρα, φησίν, τοὺς τὸ κοσμοσανδάλοις ἀνείροντας Λακεδαιμονίους, οἳ τὸν παλαιότατον τῆς πολιτικῆς κόσμον συμπατήσαντες ἐξετραχηλίσθησαν. διόπερ καλῶς περὶ αὐτῶν εἴρηκεν ὁ κωμῳδιοποιὸς Ἀντιφάνης ἐν Κιθαριστῇ· οὐκ ἐφύσων οἱ Λάκωνες ὡς ἀπόρθητοί ποτε; νῦν δ’ ὁμηρεύουσ’ ἔχοντες πορφυροῦς κεκρυφάλους;
28
Ἱκέσιος δ’ ἐν δευτέρῳ περὶ Ὕλης τὸ λευκόιον φησι μεσότητά τινα ἔχειν ἐν τῷ στύφειν, πολὺ δ᾽ ἀρίστην εὐωδίαν καὶ δυναμένην τέρπειν, ἀλλὰ πρὸς ὀλίγιστον. τὸ δὲ μέλαν. φησί, τὴν μὲν αὐτὴν θεωρίαν ἔχει, εὐῶδες δ’ ἐστὶ πολὺ μᾶλλον. Ἀπολλόδωρος δὲ ἐν τῷ περὶ Θηρίων φησί· χαμαίπιτυν, οἱ δὲ ὁλόκυρον, οἱ δὲ Ἀθήνησιν ἰωνιάν, οἱ δὲ κατ’ Εὔβοιαν σιδηρῖτιν. Νίκανδρος δ’ ἐν δευτέρῳ Γεωργικῶν τὰ δὲ ἔπη ὀλίγον ὕστερον παραθήσομαι, ὅταν περὶ πάντων τῶν στεφανωματικῶν ἀνθῶν διεξέρχωμαι τὸ ἴον, φησίν, Ἰωνιάδες τινὲς νύμφαι Ἴωνι ἐχαρίσαντο πρώτῳ.
28
τὸν δὲ Νάρκισσον ἐν τῷ σ’ περὶ Φυτῶν Ἱστορίας ὁ Θεόφραστος καλεῖσθαί φησι καὶ λείριον. εἶθ’ ὑποβὰς ὡς διαλλάσσοντα τίθησιν νάρκισσαν καὶ λείριον. Εὔμαχος δ’ ὁ Κορκυραῖος ἐν Ῥιζοτομικῷ καὶ ἀκακαλλίδα φησὶ καλεῖσθαι τὸν νάρκισσον καὶ κρόταλον. τοῦ δὲ ἡμεροκαλλοῦς καλουμένου ἄνθους, ὃ τὴν μὲν νύκτα μαραίνεται, ἅμα δὲ τῷ ἡλίῳ ἀνατέλλοντι θάλλει, μνημονεύει Κρατῖνος ἐν Μαλθακοῖς λέγων οὕτως · ἡμεροκαλλεῖ τε τῷ φιλουμένῳ.
28
τῆς δ’ ἑρπύλλου , φησὶ Θεόφραστος, τὴν ἄγριον κομίζοντες ἐκ τῶν ὀρῶν φυτεύουσιν ἐν Σικυῶνι καὶ Ἀθήνησιν ἐκ τοῦ Ὑμηττοῦ. παρ’ ἄλλοις δὲ ὅλα ὄρη πλήρη ἐστὶ τοῦ ἄνθους, καθάπερ ἐν Θρᾴκῃ. Φιλῖνος δέ φησιν αὐτὴν ζυγίδα καλεῖσθαι.