Book 15
29
Ἀπολλόδωρος δὲ ἐν δ Παρθικῶν ἄνθος τι ἀναγράφει καλούμενον Φιλάδελφον κατὰ τὴν Παρθικὴν χώραν, περὶ οὗ τάδε φησίν· καὶ μυρσίνης γένη ποικίλα μῖλάξ τε καὶ τὸ καλούμενον φιλάδελφον, ὃ τὴν ἐπωνυμίαν ἔλαβε τῇ φύσει πρόσφορον. ἐπειδὰν γὰρ ἐκ διαστήματος αὐτομάτως κράδαι συμπέσωσι, ἐμψύχων περιπλοκῇ ἐν τῷ μένουσιν ἡνωμέναι καθάπερ ἀπὸ ῥίζης μιᾶς, καὶ τὸ λοιπὸν ἀνατρέχουσιν καὶ ζωοφυτοῦσιν διὸ καὶ τοῖς ἡμέροις φυλακὴν ἀπ’ αὐτῶν κατασκευάζουσιν. ἀφαιροῦντες γὰρ τῶν ῥάβδων τὰς λεπτοτάτας καὶ διαπλέξαντες δικτύου τρόπῳ φυτεύουσιν κύκλῳ τῶν κηπευμάτων ι καὶ ταῦτα συμπλεκόμενα περιβόλου παρέχεται δυσπάροδον ἀσφάλειαν.
30
ἀνθῶν δὲ στεφανωτικῶν μέμνηται ὁ μὲν τὰ Κύπρια Ἔπη πεποιηκὼς Ἡγησίας ἢ Στασῖνος· Δημοδάμας γὰρ ὁ Ἁλικαρνασσεὺς ἢ Μιλήσιος ἐν τῷ περὶ Ἁλικαρνασσοῦ Κυπρία Ἁλικαρνασσέως αὐτὰ εἶναί φησι ποιήματα, λέγει δ’ οὖν ὅστις ἐστὶν ὁ ποιήσας αὐτὰ ἐν τῷ αʹ οὑτωσί εἵματα μὲν χροὶ ἕστο τά οἱ Χάριτές τε καὶ Ὧραι ποίησαν καὶ ἔβαψαν ἐν ἄνθεσιν εἰαρινοῖσιν, οἷα φοροῦσ᾽ ὧραι, ἔν τε κρόκῳ ἔν θ’ ὑακίνθῳ ἔν τε ἴῳ θαλέθοντι ῥόδου τ’ ἐνὶ ἄνθει καλῷ, ἡδέι νεκταρέῳ, ἒν τ’ ἀμβροσίαις καλύκεσσιν ναρκίσσου καὶ λειρίου δἶ Ἀφροδίτη ὥραις παντοίαις τεθυωμένα εἵματα ἕστο. οὗτος ὁ ποιητὴς καὶ τὴν τῶν στεφάνων χρῆσιν εἰδὼς φαίνεται δι’ ὧν λέγει· ἣ δὲ σὺν ἀμφιπόλοισι φιλομμειδὴς Ἀφροδίτη . . , πλεξάμεναι στεφάνους εὐώδεας ἄνθεα γαίης ἂν κεφαλαῖσιν ἔθεντο θεαὶ λιπαροκρήδεμνοι, νύμφαι καὶ Χάριτες, ἅμα δὲ χρυσῆ Ἀφροδίτη, καλὸν ἀείδουσαι κατ’ ὄρος πολυπιδάκου Ἴδης.