Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 15

3 κότταβος δ’ ἐκαλεῖτο καὶ τὸ τιθέμενον ἆθλον τοῖς νικῶσιν ἐν τῷ πότῳ, ὡς Εὐριπίδης παρίστησιν ἐν Οἰνεῖ λέγων οὕτως (fr. 562 N)· πυκνοῖς δ’ ἔβαλλον Βακχίου τοξεύμασιν κάρα γέροντος· τὸν βαλόντα δὲ στέφειν ἐγὼ ᾽τετάγμην, ἆθλα κότταβον διδούς. ἐκαλεῖτο δὲ κότταβος καὶ τὸ ἄγγος εἰς ὃ ἔβαλλον τὰς λάταγας, ὡς Κρατῖνος ἐν Νεμέσει δείκνυσιν (cf. p. 667f)· ὅτι δὲ καὶ χαλκοῦν ἦν, Εὔπολις ἐν Βάπταις λέγει (I 278 K)· ‘χαλκῷ περὶ κοττάβῳ.‘ Πλάτων δὲ ἐν Διὶ Κακουμένῳ παιδιᾶς εἶδος παροίνιον τὸν κότταβον εἶναι ἀποδίδωσιν, ἐν ᾗ ἐξίσταντο καὶ τῶν σκευαρίων οἱ δυσκυβοῦντες. λέγει δ’ οὕτως (I 612 K)· πρὸς κότταβον παίζειν, ἕως ἂν σφῷν ἐγὼ τὸ δεῖπνον ἔνδον σκευάσω. ΗΡ. πάνυ βούλομαι· ἀλλανεμος ἐστ᾽. Α. ἀλλ’ εἰς θυίαν παιστέον. ΗΡ. φέρε τὴν θυίαν, αἶρ’ ὕδωρ, ποτήρια παράθετε. παίζωμεν δὲ περὶ φιλημάτων. Α. ........... ἀγεννῶς οὐκ ἐῶ παίζειν. τίθημι κοττάβεια σφῷν ἐγὼ τασδί τε τὰς κρηπῖδας, ἃς αὕτη φορεῖ, καὶ τὸν κότυλον τὸν σόν. ΗΡ. βαβαιάξ· οὑτοσὶ μείζων ἀγὼν τῆς Ἰσθμιάδος ἐπέρχεται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme