Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 15

44 παμπόλλου δ’ ἐπιπράσκετο Ἀθήνησιν ἡ τοῦ μύρου κοτύλη, καὶ ὡς μὲν Ἵππαρχός φησιν ἐν Παννυχίδι, εʹ μνῶν, ὡς δὲ Μένανδρος ἐν Μισογύνῃ, ιʹ Ἀντιφάνης δ’ ἐν Φρεαρρίῳ στακτῆς τοῦ μύρου μνημονεύων φησίν στακτὴ δυοῖν μναῖν οὐκ ἀρέσκει μ’ οὐδαμῶς. οὐ μόνον δὲ τὸ τῶν Σαρδιανῶν γένος φιλόμυρον ἦν, ὡς Ἄλεξίς φησιν ἐν Ἐκπωματοποιῷ· ἀεὶ φιλόμυρον πᾶν τὸ Σάρδεων γένος, ἀλλὰ καὶ αὐτοὶ οἱ Ἀθηναῖοι οἱ πάντων τῶν καλλίστων εἰσηγηταὶ τῷ τῶν ἀνθρώπων βίῳ γενόμενοι, παρ’ οἷς ἀνυπερβλήτου τιμῆς, ὡς προείρηται, τῶν μύρων ὑπαρχούσης οὐκ ἀπείχοντο τῆς χρήσεως, ὥσπερ οὐδὲ ἡμεῖς νῦν οὕτω πολυτίμων τῶν καλλίστων ὑπαρχόντων ὡς λῆρον εἶναι τὰ ἐν τῷ Εἰσοικιζομένῳ Ἀλέξιδος ταυτί, οὐ γὰρ ἐμυρίζετ’ ἐξ ἀλαβάστου, πρᾶγμά τι γινόμενον ἀεί, κρονικόν, ἀλλὰ τέτταρας περιστερὰς ἀφῆκεν ἀποβεβαμμένας εἰς οὐχὶ ταὐτόν, μὰ Δία, τὴν αὐτὴν μύρον, ἰδίᾳ ὁ δ’ ἑκάστην. πετόμεναι δ’ αὗται κύκλῳ ἔρραινον ἡμῶν θαἰμάτια καὶ στρώματα. μή μοι φθονήσητ᾽, ἄνδρες Ἑλλήνων ἄκροι· ἠλειφόμην ὑόμενος ἰρίνῳ μύρῳ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme