Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 15

6 ἕτερον δ’ ἐστὶν εἶδος παιδιᾶς τῆς ἐν λεκάνῃ. αὕτη δ’ ὕδατος πληροῦται ἐπινεῖ τε ἐπ’ αὐτῆς ὀξύβαφα κενά, ἐφ’ ἃ βάλλοντες τὰς λατάγας ἐκ καρχησίων ἐπειρῶντο καταδύειν· ἀνῃρεῖτο δὲ τὰ κοττάβια ὁ πλείω καταδύσας. Ἀμειψίας Ἀκοκοτταβίζουσιν (I 670 K)· ἡ Μανία, φέρ’ ὀξύβαφα καὶ κανθάρους καὶ τὸν ποδανιπτῆρ᾽, ἐγχέασα θὔδατος. Κρατῖνος ἐν Νεμέσει (ib. 50)· ‘τὸ δὲ κοττάβῳ προθέντας ἐν πατρικοῖσι νόμοις τὸ κεινεου ὀξυβάφοις βάλλειν μὲν τῶ πόντω δὲ βάλλοντι νέμω πλεῖστα τύχης τὸ δ᾽ ἆθλον. Ἀριστοφάνης Δαιταλεῦσιν (ib. 444) ‘ἔγνωκ᾽, ἐγὼ δὲ χαλκίον (τοῦτ’ ἐστὶν κοττάβειον) ἱστάναι καὶ μυρρίνας.’ Ἕρμιππος Μοίραις (ib. 237)· χλανίδες δ’ οὖλαι καταβέβληνται, θώρακα δ’ ἅπας ἐμπερονᾶται, κνημὶς δὲ περὶ σφυρὸν ἀρθροῦται, βλαύτης δ’ οὐδεὶς ἔτ’ ἔρως λευκῆς, ῥάβδον δ’ ὄψει τὴν κοτταβικὴν ἐν τοῖς ἀχύροισι κυλινδομένην, μάνης δ’ οὐδὲν λατάγων ἀίει· τὴν δὲ τάλαιναν πλάστιγγ’ ἂν ἴδοις παρὰ τὸν στροφέα τῆς κηπαίας ἐν τοῖσι κορήμασιν οὖσαν. Ἀχαιὸς δ’ ἐν Λίνῳ περὶ τῶν Σατύρων λέγων φησίν (fr. 26 N)· ῥιπτοῦντες, ἐκβάλλοντες, ἀγνύντες, τί μου λέγοντες· ‘ὦ κάλλιστον Ἡρακλεῖ λάταξ’ τοῦτο δὲ λέγοντες παρ’ ὅσον τῶν ἐρωμένων ἐμέμνηντο, ἀφιέντες ἐπ’ αὐτοῖς τοὺς λεγομένους κοσσάβους. διὸ καὶ Σοφοκλῆς ἐν Ἰνάχῳ Ἀφροδισίαν εἴρηκε τὴν λάταγα (fr. 255 N)· ξανθὴ δ’ Ἀφροδισία λάταξ πᾶσιν ἐπεκτύπει δόμοις. καὶ Εὐριπίδης ἐν Πλεισθένει (fr. 631)· πολὺς δὲ κοσσάβων ἀραγμὸς Κύπριδος προσῳδὸν ἀχεῖ μέλος ἐν δόμοισιν. καὶ Καλλίμαχος δέ φησι (fr. 102)· πολλοὶ καὶ φιλέοντες Ἀκόντιον ἧκαν ἔραζε οἰνοπόται Σικελὰς ἐκ κυλίκων λάταγας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme