Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 15

7 ἦν δέ τι καὶ ἄλλο κοτταβίων εἶδος προτιθέμενον ἐν ταῖς παννυχίσιν, οὗ μνημονεύει Καλλίμαχος ἐν Παννυχίδι διὰ τούτων ὁ δ’ ἀγρυπνήσας μέχρι τῆς κορώνης· τὸν πυραμοῦντα λήψεται καὶ τὰ κοττάβεια καὶ τῶν παρουσῶν ἣν θέλει χὂν θέλει φιλήσει. ἐγίνετο δὲ καὶ πεμμάτιά τινα ἐν ταῖς παννυχίσιν, ἐν αἷς πλεῖστον ὅσον χρόνον διηγρύπνουν χορεύοντες· καὶ διωνομάζετο τὰ πεμμάτια τότε χαρίσιοι ἀπὸ τῆς τῶν ἀναιρουμένων χαρᾶς. μνημονεύει Εὔβουλος ἐν Ἀγκυλίωνι λέγων οὑτωσί· καὶ γὰρ πάλαι πέττει τὰ νικητήρια, εἶθ’ ἑξῆς φησιν ἐξεπήδησ’ ἀρτίως πέττουσα τὸν χαρίσιον. ὅτι δὲ καὶ φίλημα ἦν ἆθλον ἑξῆς λέγει ὁ Εὔβουλος· εἶεν, γυναῖκες· νῦν ὅπως τὴν νύχθ’ ὅλην ἐν τῇ δεκάτῃ τοῦ παιδίου χορεύσετε· θήσω δὲ νικητήριον τρεῖς ταινίας καὶ μῆλα πέντε καὶ φιλήματ’ ἐννέα. ὅτι δὲ ἐσπούδαστο παρὰ τοῖς Σικελιώταις ὁ κότταβος δῆλον ἐκ τοῦ καὶ οἰκήματα ἐπιτήδεια τῇ παιδιᾷ κατασκευάζεσθαι, ὡς ἱστορεῖ Δικαίαρχος ἐν τῷ περὶ ᾽ Ἀλκαίου, οὐκ ἀπεικότως οὖν οὐδ’ ὁ Καλλίμαχος Σικελὴν τὴν λάταγα προσηγόρευσεν. μνημονεύει τῶν λατάγων καὶ τῶν κοττάβων καὶ ὁ Χαλκοῦς καλούμενος Διονύσιος ἐν τοῖς Ἐλεγείοις διὰ τούτων κότταβον ἐνθάδε σοι τρίτον ἑστάναι οἱ δυσέρωτες ἡμεῖς προστίθεμεν γυμνασίῳ Βρομίου, κώρυκον. οἱ δὲ παρόντες ἐνείρετε χεῖρας ἅπαντες ἐς σφαίρας κυλίκων καὶ πρὶν ἐκεῖνον ἰδεῖν, ὄμματι βηματίσαισθε τὸν αἰθέρα τὸν κατὰ κλίνην, εἰς ὅσον αἱ λάταγες χωρίον ἐκτατέαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme